Epistle 9: ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. 2
1Μωσῆς τε γὰρ ὁ πιστὸς θεράπων τοῦ θεοῦ εἰπών· Κύριος ὁ θεός σου κύριος εἷς ἐστιν, καὶ τὸν ἕνα καὶ μόνον κηρύξας θεόν, ὡμολόγησεν εὐθέως καὶ τὸν κύριον ἡμῶν λέγων· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον.
2καὶ πάλιν· Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἑξῆς· Ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον.
3καὶ ὅτι γενήσεται ἄνθρωπος, φησίν· Προφήτην ὑμῖν ἀναστήσει κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
Tip: use the ← and → keys to turn chapters.