Epistle 9: ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. 4

1Οἵ τε εὐαγγελισταὶ εἰπόντες τὸν ἕνα πατέρα μόνον ἀληθινὸν θεόν, καὶ τὰ κατὰ τὸν κύριον ἡμῶν οὐ παρέλιπον, ἀλλ’ ἔγραψαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.

2καὶ περὶ τῆς ἐνανθρωπήσεως· Ὁ λόγος, φησίν, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καί· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ.

3οἱ δὲ ἀπόστολοι εἰπόντες, ὅτι θεὸς εἷς ἐστιν, εἶπον οἱ αὐτοί, ὅτι εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, καὶ τὴν ἐνσωμάτωσιν καὶ τὸ πάθος οὐκ ἐπῃσχύνθησαν· τί γάρ φησιν· Ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς;

Tip: use the ← and → keys to turn chapters.