Epistle 9: ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. 12

1Ἀσπάζομαι τὸ ἅγιον πρεσβυτέριον. ἀσπάζομαι τοὺς ἱεροὺς διακόνους καὶ τὸ ποθεινόν μοι ὄνομα, ὃν ἐπίδοιμι ἀντὶ ἐμοῦ ἐν πνεύματι ἁγίῳ, ὅταν Χριστοῦ ἐπιτύχω· οὗ ἀντίψυχον γενοίμην.

2ἀσπάζομαι ὑποδιακόνους, ἀναγνώστας, ψάλτας, πυλωροὺς, τοὺς κοπιῶντας, ἐπορκιστάς, ὁμολογητάς. ἀσπάζομαι τὰς φρουροὺς τῶν ἁγίων πυλώνων, τὰς ἐν Χριστῷ διακόνους.

3ἀσπάζομαι τὰς χριστολήπτους παρθένους, ὧν ὀναίμην ἐν κυρίῳ Ἰησοῦ. ἀσπάζομαι τὰς σεμνοτάτας χήρας. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου καὶ πάσας τὰς ἀδελφάς μου ἐν κυρίῳ.

Tip: use the ← and → keys to turn chapters.