Epistle 1: ΠΡΟΣ ΜΑΡΙΑΝ. 2
1Ἐγὼ δέ, ὦ μακαρία, οὐκ ἐμαυτοῦ νῦν τοσοῦτον, ὅσον ἄλλων γενόμενος, ταῖς πολλῶν τῶν ἐναντίων γνώμαις ἐλαύνομαι, τὰ μὲν φυγαῖς, τὰ δὲ φρουραῖς, τὰ δὲ δεσμοῖς.
2ἀλλ’ οὐδενὸς τούτων ἐπιστρέφομαι· ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.
3ὀναίμην τῶν δεινῶν τῶν ἐμοὶ ἡτοιμασμένων, ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.
Tip: use the ← and → keys to turn chapters.