Epistle 1: ΠΡΟΣ ΜΑΡΙΑΝ. 5
1Φεύγετε τοὺς ἀρνουμένους τὸ πάθος Χριστοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν. πολλοὶ δέ εἰσιν ἄρτι οἱ ταύτην νοσοῦντες τὴν ἀρρωστίαν. τὰ δὲ ἄλλα σοι παραινεῖν εὔηθες, κατηρτισμένῃ μὲν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, δυναμένῃ δὲ καὶ ἄλλους νουθετεῖν ἐν Χριστῷ.
2ἄσπασαι πάντας τοὺς ὁμοίως σοι ἀντεχομένους τῆς ἑαυτῶν σωτηρίας ἐν Χριστῷ. ἀσπάζονταί σε οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πρὸ πάντων ὁ ἱερὸς Ἥρων. ἀσπάζεταί σε Κασσιανὸς ὁ ξένος μου καὶ ἡ ἀδελφή μου ἡ γαμετὴ αὐτοῦ καὶ τὰ φίλτατα αὐτῶν τέκνα.
3ἐρρωμένην σε σαρκικὴν καὶ πνευματικὴν ὑγείαν ὁ κύριος ἁγιάσοι ἀεί, καὶ ἴδοιμί σε ἐν Χριστῷ τυγχάνουσαν τοῦ στεφάνου.
Tip: use the ← and → keys to turn chapters.