Epistle 13: ΙΓΝΑΤΙΩΙ ΜΑΡΙΑ ΕΚ ΚΑΣΣΟΒΟΛΩΝ. 5
1Καὶ ἐπιλείψει με ὁ χρόνος, εἰ πάντας ἀνιχνεύειν βουλοίμην τοὺς ἐν νεότητι εὐαρεστήσαντας θεῷ προφητείαν τε καὶ ἱερωσύνην καὶ βασιλείαν ὑπὸ θεοῦ ἐγχειρισθέντας. ὑπομνήσεως δὲ ἕνεκα αὐτάρκη καὶ τὰ εἰρημένα.
2ἀλλά σε ἀντιβολῶ, μή σοί τις περιττὴ εἶναι δόξω καὶ φανητιῶσα· οὐ γὰρ διδάσκουσά σε, ἀλλ’ ὑπομιμνήκουσα τὸν ἐμὸν ἐν θεῷ πατέρα τούτους παρεθέμην τοὺς λόγους· γινώσκω γὰρ τὰ ἑαυτῆς μέτρα καὶ οὐ συμπαρεκτείνω ἑαυτὴν τοῖς τηλικούτοις ὑμῖν.
3ἀσπάζομαί σου τὸν ἅγιον κλῆρον καὶ τὸν φιλόχριστόν σου λαὸν τὸν ὑπὸ τὴν σὴν κηδεμονίαν ποιμαινόμενον. πάντες οἱ παρ’ ἡμῖν πιστοὶ προσαγορεύουσίν σε. ὑγιαίνειν με κατὰ θεὸν προσεύχου, μακάριε ποιμήν.
Tip: use the ← and → keys to turn chapters.