Epistle 13: ΙΓΝΑΤΙΩΙ ΜΑΡΙΑ ΕΚ ΚΑΣΣΟΒΟΛΩΝ. 3
1Δανιὴλ δὲ ὁ σοφὸς νέος ὢν ἔκρινεν ὠμογέροντάς τινας, δείξας ἐξώλεις αὐτοὺς καὶ οὐ πρεσβυτέρους εἶναι καὶ τῷ γένει Ἰουδαίους ὄντας τῷ τρόπῳ Χαναναίους ὑπάρχειν.
2καὶ Ἱερεμίας διὰ τὸ νέον παραιτούμενος τὴν ἐγχειριζομένην αὐτῷ πρὸς τοῦ θεοῦ προφητείαν ἀκούει· Μὴ λέγε, ὅτι νεώτερός εἰμι, διότι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ καὶ κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, λαλήσεις, ὅτι μετά σου ἐγώ εἰμι.
3Σολομὼν δὲ ὁ σοφὸς δυοκαίδεκα τυγχάνων ἐτῶν συνῆκε τὸ μέγα τῆς ἀγνωσίας τῶν γυναικῶν ἐπὶ τοῖς σφετέροις τέκνοις ζήτημα, ὡς πάντα τὸν λαὸν ἐκστῆναι ἐπὶ τῇ τοσαύτῃ τοῦ παιδὸς σοφίᾳ καὶ φοβηθῆναι οὐχ ὡς μειράκιον, ἀλλ’ ὡς τέλειον ἄνδρα.
4τὰ δὲ αἰνίγματα τῆς Αἰθιόπων βασιλίδος, φορὰν ἔχοντα ὥσπερ τὰ τοῦ Νείλου ῥεύματα, οὕτως ἐπελύσατο, ὡς ἔξω ἑαυτῆς γενέσθαι τὴν οὕτως σοφήν.
Tip: use the ← and → keys to turn chapters.