ΚΑΤΑ ΛΟΥΚΑΝ 18
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν,
1ελεγεν δε και παραβολην αυτοισ προσ το δειν παντοτε προσευχεσθαι και μη εκκακειν
2λέγων, Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος·
2λεγων κριτησ τισ ην εν τινι πολει τον θεον μη φοβουμενοσ και ανθρωπον μη εντρεπομενοσ
3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
3χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προσ αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου
4Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι·
4και ουκ ηθελησεν επι χρονον μετα δε ταυτα ειπεν εν εαυτω ει και τον θεον ου φοβουμαι και ανθρωπον ουκ εντρεπομαι
5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
5δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εισ τελοσ ερχομενη υποπιαζη με
6Εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.
6ειπεν δε ο κυριοσ ακουσατε τι ο κριτησ τησ αδικιασ λεγει
7Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσει τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς;
7ο δε θεοσ ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων προσ αυτον ημερασ και νυκτοσ και μακροθυμων επ αυτοισ
8Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
8λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιοσ του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι τησ γησ
9Εἶπε δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην·
9ειπεν δε προσ τινασ τουσ πεποιθοτασ εφ εαυτοισ οτι εισιν δικαιοι και εξουθενουντασ τουσ λοιπουσ την παραβολην ταυτην
10Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.
10ανθρωποι δυο ανεβησαν εισ το ιερον προσευξασθαι ο εισ φαρισαιοσ και ο ετεροσ τελωνησ
11Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.
11ο φαρισαιοσ σταθεισ προσ εαυτον ταυτα προσηυχετο ο θεοσ ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγεσ αδικοι μοιχοι η και ωσ ουτοσ ο τελωνησ
12Νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
12νηστευω δισ του σαββατου αποδεκατω παντα οσα κτωμαι
13Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, λέγων, Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
13και ο τελωνησ μακροθεν εστωσ ουκ ηθελεν ουδε τουσ οφθαλμουσ εισ τον ουρανον επαραι αλλ ετυπτεν εισ το στηθοσ αυτου λεγων ο θεοσ ιλασθητι μοι τω αμαρτωλω
14Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
14λεγω υμιν κατεβη ουτοσ δεδικαιωμενοσ εισ τον οικον αυτου η γαρ εκεινοσ οτι πασ ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται
15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
15προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντεσ δε οι μαθηται επετιμησαν αυτοισ
16Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
16ο δε ιησουσ προσκαλεσαμενοσ αυτα ειπεν αφετε τα παιδια ερχεσθαι προσ με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου
17Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
17αμην λεγω υμιν οσ εαν μη δεξηται την βασιλειαν του θεου ωσ παιδιον ου μη εισελθη εισ αυτην
18Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
18και επηρωτησεν τισ αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησασ ζωην αιωνιον κληρονομησω
19Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός.
19ειπεν δε αυτω ο ιησουσ τι με λεγεισ αγαθον ουδεισ αγαθοσ ει μη εισ ο θεοσ
20Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
20τασ εντολασ οιδασ μη μοιχευσησ μη φονευσησ μη κλεψησ μη ψευδομαρτυρησησ τιμα τον πατερα σου και την μητερα σου
21Ὁ δὲ εἶπε, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
21ο δε ειπεν ταυτα παντα εφυλαξαμην εκ νεοτητοσ μου
22Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.
22ακουσασ δε ταυτα ο ιησουσ ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεισ πωλησον και διαδοσ πτωχοισ και εξεισ θησαυρον εν ουρανω και δευρο ακολουθει μοι
23Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
23ο δε ακουσασ ταυτα περιλυποσ εγενετο ην γαρ πλουσιοσ σφοδρα
24Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
24ιδων δε αυτον ο ιησουσ περιλυπον γενομενον ειπεν πωσ δυσκολωσ οι τα χρηματα εχοντεσ εισελευσονται εισ την βασιλειαν του θεου
25Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
25ευκοπωτερον γαρ εστιν καμηλον δια τρυμαλιασ ραφιδοσ εισελθειν η πλουσιον εισ την βασιλειαν του θεου εισελθειν
26Εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι;
26ειπον δε οι ακουσαντεσ και τισ δυναται σωθηναι
27Ὁ δὲ εἶπε, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά ἐστι παρὰ τῷ Θεῷ.
27ο δε ειπεν τα αδυνατα παρα ανθρωποισ δυνατα εστιν παρα τω θεω
28Εἶπε δὲ ὁ Πέτρος, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
28ειπεν δε πετροσ ιδου ημεισ αφηκαμεν παντα και ηκολουθησαμεν σοι
29Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
29ο δε ειπεν αυτοισ αμην λεγω υμιν οτι ουδεισ εστιν οσ αφηκεν οικιαν η γονεισ η αδελφουσ η γυναικα η τεκνα ενεκεν τησ βασιλειασ του θεου
30ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
30οσ ου μη απολαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον
31Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
31παραλαβων δε τουσ δωδεκα ειπεν προσ αυτουσ ιδου αναβαινομεν εισ ιεροσολυμα και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου
32Παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται,
32παραδοθησεται γαρ τοισ εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται
33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
33και μαστιγωσαντεσ αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται
34Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
34και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγινωσκον τα λεγομενα
35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
35εγενετο δε εν τω εγγιζειν αυτον εισ ιεριχω τυφλοσ τισ εκαθητο παρα την οδον προσαιτων
36ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
36ακουσασ δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο
37Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
37απηγγειλαν δε αυτω οτι ιησουσ ο ναζωραιοσ παρερχεται
38Καὶ ἐβόησε, λέγων, Ἰησοῦ, υἱὲ Δαβίδ, ἐλέησόν με.
38και εβοησεν λεγων ιησου υιε δαυιδ ελεησον με
39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με.
39και οι προαγοντεσ επετιμων αυτω ινα σιωπηση αυτοσ δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με
40Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν,
40σταθεισ δε ο ιησουσ εκελευσεν αυτον αχθηναι προσ αυτον εγγισαντοσ δε αυτου επηρωτησεν αυτον
41λέγων, Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω.
41λεγων τι σοι θελεισ ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω
42Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.
42και ο ιησουσ ειπεν αυτω αναβλεψον η πιστισ σου σεσωκεν σε
43Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
43και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πασ ο λαοσ ιδων εδωκεν αινον τω θεω
Tip: use the ← and → keys to turn chapters.