ΚΑΤΑ ΛΟΥΚΑΝ 12
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
1εν οισ επισυναχθεισων των μυριαδων του οχλου ωστε καταπατειν αλληλουσ ηρξατο λεγειν προσ τουσ μαθητασ αυτου πρωτον προσεχετε εαυτοισ απο τησ ζυμησ των φαρισαιων ητισ εστιν υποκρισισ
2Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
2ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται
3Ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
3ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται και ο προσ το ουσ ελαλησατε εν τοισ ταμειοισ κηρυχθησεται επι των δωματων
4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
4λεγω δε υμιν τοισ φιλοισ μου μη φοβηθητε απο των αποκτενοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι
5Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
5υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εξουσιαν εχοντα εμβαλειν εισ την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε
6Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ.
6ουχι πεντε στρουθια πωλειται ασσαριων δυο και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου
7Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
7αλλα και αι τριχεσ τησ κεφαλησ υμων πασαι ηριθμηνται μη ουν φοβεισθε πολλων στρουθιων διαφερετε
8Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·
8λεγω δε υμιν πασ οσ αν ομολογηση εν εμοι εμπροσθεν των ανθρωπων και ο υιοσ του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου
9ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.
9ο δε αρνησαμενοσ με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου
10Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
10και πασ οσ ερει λογον εισ τον υιον του ανθρωπου αφεθησεται αυτω τω δε εισ το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται
11Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε·
11οταν δε προσφερωσιν υμασ επι τασ συναγωγασ και τασ αρχασ και τασ εξουσιασ μη μεριμνατε πωσ η τι απολογησησθε η τι ειπητε
12τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.
12το γαρ αγιον πνευμα διδαξει υμασ εν αυτη τη ωρα α δει ειπειν
13Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾿ ἐμοῦ τὴν κληρονομίαν.
13ειπεν δε τισ αυτω εκ του οχλου διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν
14Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς;
14ο δε ειπεν αυτω ανθρωπε τισ με κατεστησεν δικαστην η μεριστην εφ υμασ
15Εἶπε δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.
15ειπεν δε προσ αυτουσ ορατε και φυλασσεσθε απο τησ πλεονεξιασ οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτω εστιν εκ των υπαρχοντων αυτου
16Εἶπε δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
16ειπεν δε παραβολην προσ αυτουσ λεγων ανθρωπου τινοσ πλουσιου ευφορησεν η χωρα
17καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
17και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τουσ καρπουσ μου
18Καὶ εἶπε, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου.
18και ειπεν τουτο ποιησω καθελω μου τασ αποθηκασ και μειζονασ οικοδομησω και συναξω εκει παντα τα γενηματα μου και τα αγαθα μου
19Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
19και ερω τη ψυχη μου ψυχη εχεισ πολλα αγαθα κειμενα εισ ετη πολλα αναπαυου φαγε πιε ευφραινου
20Εἶπε δὲ αὐτῷ ὁ Θεός, Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
20ειπεν δε αυτω ο θεοσ αφρον ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασασ τινι εσται
21Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
21ουτωσ ο θησαυριζων εαυτω και μη εισ θεον πλουτων
22Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τοῦτο ὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι, τί ἐνδύσησθε.
22ειπεν δε προσ τουσ μαθητασ αυτου δια τουτο υμιν λεγω μη μεριμνατε τη ψυχη υμων τι φαγητε μηδε τω σωματι τι ενδυσησθε
23Ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
23η ψυχη πλειον εστιν τησ τροφησ και το σωμα του ενδυματοσ
24Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
24κατανοησατε τουσ κορακασ οτι ου σπειρουσιν ουδε θεριζουσιν οισ ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεοσ τρεφει αυτουσ ποσω μαλλον υμεισ διαφερετε των πετεινων
25Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
25τισ δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα
26Εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
26ει ουν ουτε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε
27Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
27κατανοησατε τα κρινα πωσ αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ωσ εν τουτων
28Εἰ δὲ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
28ει δε τον χορτον εν τω αγρω σημερον οντα και αυριον εισ κλιβανον βαλλομενον ο θεοσ ουτωσ αμφιεννυσιν ποσω μαλλον υμασ ολιγοπιστοι
29Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, ἢ τί πίητε· καὶ μὴ μετεωρίζεσθε.
29και υμεισ μη ζητειτε τι φαγητε η τι πιητε και μη μετεωριζεσθε
30Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
30ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητει υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων
31Πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
31πλην ζητειτε την βασιλειαν του θεου και ταυτα παντα προστεθησεται υμιν
32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
32μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν
33Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει·
33πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοισ βαλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοισ ουρανοισ οπου κλεπτησ ουκ εγγιζει ουδε σησ διαφθειρει
34ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
34οπου γαρ εστιν ο θησαυροσ υμων εκει και η καρδια υμων εσται
35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι·
35εστωσαν υμων αι οσφυεσ περιεζωσμεναι και οι λυχνοι καιομενοι
36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ.
36και υμεισ ομοιοι ανθρωποισ προσδεχομενοισ τον κυριον εαυτων ποτε αναλυση εκ των γαμων ινα ελθοντοσ και κρουσαντοσ ευθεωσ ανοιξωσιν αυτω
37Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
37μακαριοι οι δουλοι εκεινοι ουσ ελθων ο κυριοσ ευρησει γρηγορουντασ αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτουσ και παρελθων διακονησει αυτοισ
38Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.
38και εαν ελθη εν τη δευτερα φυλακη και εν τη τριτη φυλακη ελθη και ευρη ουτωσ μακαριοι εισιν οι δουλοι εκεινοι
39Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ.
39τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτησ ποια ωρα ο κλεπτησ ερχεται εγρηγορησεν αν και ουκ αν αφηκεν διορυγηναι τον οικον αυτου
40Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
40και υμεισ ουν γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιοσ του ανθρωπου ερχεται
41Εἶπε δὲ αὐτῷ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;
41ειπεν δε αυτω ο πετροσ κυριε προσ ημασ την παραβολην ταυτην λεγεισ η και προσ παντασ
42Εἶπε δὲ ὁ Κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
42ειπεν δε ο κυριοσ τισ αρα εστιν ο πιστοσ οικονομοσ και φρονιμοσ ον καταστησει ο κυριοσ επι τησ θεραπειασ αυτου του διδοναι εν καιρω το σιτομετριον
43Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
43μακαριοσ ο δουλοσ εκεινοσ ον ελθων ο κυριοσ αυτου ευρησει ποιουντα ουτωσ
44Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
44αληθωσ λεγω υμιν οτι επι πασιν τοισ υπαρχουσιν αυτου καταστησει αυτον
45Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι·
45εαν δε ειπη ο δουλοσ εκεινοσ εν τη καρδια αυτου χρονιζει ο κυριοσ μου ερχεσθαι και αρξηται τυπτειν τουσ παιδασ και τασ παιδισκασ εσθιειν τε και πινειν και μεθυσκεσθαι
46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
46ηξει ο κυριοσ του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει και διχοτομησει αυτον και το μεροσ αυτου μετα των απιστων θησει
47Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
47εκεινοσ δε ο δουλοσ ο γνουσ το θελημα του κυριου εαυτου και μη ετοιμασασ μηδε ποιησασ προσ το θελημα αυτου δαρησεται πολλασ
48ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
48ο δε μη γνουσ ποιησασ δε αξια πληγων δαρησεται ολιγασ παντι δε ω εδοθη πολυ πολυ ζητηθησεται παρ αυτου και ω παρεθεντο πολυ περισσοτερον αιτησουσιν αυτον
49Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
49πυρ ηλθον βαλειν εισ την γην και τι θελω ει ηδη ανηφθη
50Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ.
50βαπτισμα δε εχω βαπτισθηναι και πωσ συνεχομαι εωσ ου τελεσθη
51Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν.
51δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη ουχι λεγω υμιν αλλ η διαμερισμον
52Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσί, καὶ δύο ἐπὶ τρισί.
52εσονται γαρ απο του νυν πεντε εν οικω ενι διαμεμερισμενοι τρεισ επι δυσιν και δυο επι τρισιν
53Διαμερισθήσεται πατὴρ ἐφ᾿ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί· πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.
53διαμερισθησεται πατηρ επι υιω και υιοσ επι πατρι μητηρ επι θυγατρι και θυγατηρ επι μητρι πενθερα επι την νυμφην αυτησ και νυμφη επι την πενθεραν αυτησ
54Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, Ὄμβρος ἔρχεται· καὶ γίνεται οὕτω.
54ελεγεν δε και τοισ οχλοισ οταν ιδητε την νεφελην ανατελλουσαν απο δυσμων ευθεωσ λεγετε ομβροσ ερχεται και γινεται ουτωσ
55Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ γίνεται.
55και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται
56Ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν· τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
56υποκριται το προσωπον τησ γησ και του ουρανου οιδατε δοκιμαζειν τον δε καιρον τουτον πωσ ου δοκιμαζετε
57Τί δὲ καὶ ἀφ᾿ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
57τι δε και αφ εαυτων ου κρινετε το δικαιον
58Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλλῃ εἰς φυλακήν.
58ωσ γαρ υπαγεισ μετα του αντιδικου σου επ αρχοντα εν τη οδω δοσ εργασιαν απηλλαχθαι απ αυτου μηποτε κατασυρη σε προσ τον κριτην και ο κριτησ σε παραδω τω πρακτορι και ο πρακτωρ σε βαλη εισ φυλακην
59Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
59λεγω σοι ου μη εξελθησ εκειθεν εωσ ου και τον εσχατον λεπτον αποδωσ
Tip: use the ← and → keys to turn chapters.