ΚΑΤΑ ΛΟΥΚΑΝ 2
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
1εγενετο δε εν ταισ ημεραισ εκειναισ εξηλθεν δογμα παρα καισαροσ αυγουστου απογραφεσθαι πασαν την οικουμενην
2Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
2αυτη η απογραφη πρωτη εγενετο ηγεμονευοντοσ τησ συριασ κυρηνιου
3Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
3και επορευοντο παντεσ απογραφεσθαι εκαστοσ εισ την ιδιαν πολιν
4Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ,
4ανεβη δε και ιωσηφ απο τησ γαλιλαιασ εκ πολεωσ ναζαρετ εισ την ιουδαιαν εισ πολιν δαυιδ ητισ καλειται βηθλεεμ δια το ειναι αυτον εξ οικου και πατριασ δαυιδ
5ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.
5απογραψασθαι συν μαριαμ τη μεμνηστευμενη αυτω γυναικι ουση εγκυω
6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.
6εγενετο δε εν τω ειναι αυτουσ εκει επλησθησαν αι ημεραι του τεκειν αυτην
7Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
7και ετεκεν τον υιον αυτησ τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν τη φατνη διοτι ουκ ην αυτοισ τοποσ εν τω καταλυματι
8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
8και ποιμενεσ ησαν εν τη χωρα τη αυτη αγραυλουντεσ και φυλασσοντεσ φυλακασ τησ νυκτοσ επι την ποιμνην αυτων
9Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν.
9και ιδου αγγελοσ κυριου επεστη αυτοισ και δοξα κυριου περιελαμψεν αυτουσ και εφοβηθησαν φοβον μεγαν
10Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ·
10και ειπεν αυτοισ ο αγγελοσ μη φοβεισθε ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην ητισ εσται παντι τω λαω
11ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ.
11οτι ετεχθη υμιν σημερον σωτηρ οσ εστιν χριστοσ κυριοσ εν πολει δαυιδ
12Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ.
12και τουτο υμιν το σημειον ευρησετε βρεφοσ εσπαργανωμενον κειμενον εν φατνη
13Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων,
13και εξαιφνησ εγενετο συν τω αγγελω πληθοσ στρατιασ ουρανιου αινουντων τον θεον και λεγοντων
14Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις εὐδοκία.
14δοξα εν υψιστοισ θεω και επι γησ ειρηνη εν ανθρωποισ ευδοκια
15Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
15και εγενετο ωσ απηλθον απ αυτων εισ τον ουρανον οι αγγελοι και οι ανθρωποι οι ποιμενεσ ειπον προσ αλληλουσ διελθωμεν δη εωσ βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονοσ ο ο κυριοσ εγνωρισεν ημιν
16Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
16και ηλθον σπευσαντεσ και ανευρον την τε μαριαμ και τον ιωσηφ και το βρεφοσ κειμενον εν τη φατνη
17Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
17ιδοντεσ δε διεγνωρισαν περι του ρηματοσ του λαληθεντοσ αυτοισ περι του παιδιου τουτου
18Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
18και παντεσ οι ακουσαντεσ εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προσ αυτουσ
19Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
19η δε μαριαμ παντα συνετηρει τα ρηματα ταυτα συμβαλλουσα εν τη καρδια αυτησ
20Καὶ ἐπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
20και υπεστρεψαν οι ποιμενεσ δοξαζοντεσ και αινουντεσ τον θεον επι πασιν οισ ηκουσαν και ειδον καθωσ ελαληθη προσ αυτουσ
21Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
21και οτε επλησθησαν ημεραι οκτω του περιτεμειν αυτον και εκληθη το ονομα αυτου ιησουσ το κληθεν υπο του αγγελου προ του συλληφθηναι αυτον εν τη κοιλια
22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ —
22και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτων κατα τον νομον μωσεωσ ανηγαγον αυτον εισ ιεροσολυμα παραστησαι τω κυριω
23καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται —
23καθωσ γεγραπται εν νομω κυριου οτι παν αρσεν διανοιγον μητραν αγιον τω κυριω κληθησεται
24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
24και του δουναι θυσιαν κατα το ειρημενον εν νομω κυριου ζευγοσ τρυγονων η δυο νεοσσουσ περιστερων
25Καὶ ἰδού, ἦν ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἅγιον ἦν ἐπ᾿ αὐτόν.
25και ιδου ην ανθρωποσ εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωποσ ουτοσ δικαιοσ και ευλαβησ προσδεχομενοσ παρακλησιν του ισραηλ και πνευμα ην αγιον επ αυτον
26Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.
26και ην αυτω κεχρηματισμενον υπο του πνευματοσ του αγιου μη ιδειν θανατον πριν η ιδη τον χριστον κυριου
27Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
27και ηλθεν εν τω πνευματι εισ το ιερον και εν τω εισαγαγειν τουσ γονεισ το παιδιον ιησουν του ποιησαι αυτουσ κατα το ειθισμενον του νομου περι αυτου
28καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,
28και αυτοσ εδεξατο αυτο εισ τασ αγκαλασ αυτου και ευλογησεν τον θεον και ειπεν
29Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
29νυν απολυεισ τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη
30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
30οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου
31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·
31ο ητοιμασασ κατα προσωπον παντων των λαων
32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
32φωσ εισ αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ
33Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
33και ην ιωσηφ και η μητηρ αυτου θαυμαζοντεσ επι τοισ λαλουμενοισ περι αυτου
34Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·
34και ευλογησεν αυτουσ συμεων και ειπεν προσ μαριαμ την μητερα αυτου ιδου ουτοσ κειται εισ πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εισ σημειον αντιλεγομενον
35καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
35και σου δε αυτησ την ψυχην διελευσεται ρομφαια οπωσ αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι
36Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ — αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
36και ην αννα προφητισ θυγατηρ φανουηλ εκ φυλησ ασηρ αυτη προβεβηκυια εν ημεραισ πολλαισ ζησασα ετη μετα ανδροσ επτα απο τησ παρθενιασ αυτησ
37καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων — ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν.
37και αυτη χηρα ωσ ετων ογδοηκοντα τεσσαρων η ουκ αφιστατο απο του ιερου νηστειαισ και δεησεσιν λατρευουσα νυκτα και ημεραν
38Καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.
38και αυτη αυτη τη ωρα επιστασα ανθωμολογειτο τω κυριω και ελαλει περι αυτου πασιν τοισ προσδεχομενοισ λυτρωσιν εν ιερουσαλημ
39Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν αὐτῶν Ναζαρέθ.
39και ωσ ετελεσαν απαντα τα κατα τον νομον κυριου υπεστρεψαν εισ την γαλιλαιαν εισ την πολιν εαυτων ναζαρετ
40Τὸ δὲ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας· καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.
40το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι πληρουμενον σοφιασ και χαρισ θεου ην επ αυτο
41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα.
41και επορευοντο οι γονεισ αυτου κατ ετοσ εισ ιερουσαλημ τη εορτη του πασχα
42Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς,
42και οτε εγενετο ετων δωδεκα αναβαντων αυτων εισ ιεροσολυμα κατα το εθοσ τησ εορτησ
43καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ·
43και τελειωσαντων τασ ημερασ εν τω υποστρεφειν αυτουσ υπεμεινεν ιησουσ ο παισ εν ιερουσαλημ και ουκ εγνω ιωσηφ και η μητηρ αυτου
44νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·
44νομισαντεσ δε αυτον εν τη συνοδια ειναι ηλθον ημερασ οδον και ανεζητουν αυτον εν τοισ συγγενεσιν και εν τοισ γνωστοισ
45καὶ μὴ εὑρόντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, ζητοῦντες αὐτόν.
45και μη ευροντεσ αυτον υπεστρεψαν εισ ιερουσαλημ ζητουντεσ αυτον
46Καὶ ἐγένετο, μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς.
46και εγενετο μεθ ημερασ τρεισ ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτουσ
47Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
47εξισταντο δε παντεσ οι ακουοντεσ αυτου επι τη συνεσει και ταισ αποκρισεσιν αυτου
48Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
48και ιδοντεσ αυτον εξεπλαγησαν και προσ αυτον η μητηρ αυτου ειπεν τεκνον τι εποιησασ ημιν ουτωσ ιδου ο πατηρ σου καγω οδυνωμενοι εζητουμεν σε
49Καὶ εἶπε πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
49και ειπεν προσ αυτουσ τι οτι εζητειτε με ουκ ηδειτε οτι εν τοισ του πατροσ μου δει ειναι με
50Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
50και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοισ
51Καὶ κατέβη μετ᾿ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέθ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
51και κατεβη μετ αυτων και ηλθεν εισ ναζαρετ και ην υποτασσομενοσ αυτοισ και η μητηρ αυτου διετηρει παντα τα ρηματα ταυτα εν τη καρδια αυτησ
52Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
52και ιησουσ προεκοπτεν σοφια και ηλικια και χαριτι παρα θεω και ανθρωποισ
Tip: use the ← and → keys to turn chapters.