ΚΑΤΑ ΛΟΥΚΑΝ 14
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
1και εγενετο εν τω ελθειν αυτον εισ οικον τινοσ των αρχοντων των φαρισαιων σαββατω φαγειν αρτον και αυτοι ησαν παρατηρουμενοι αυτον
2Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
2και ιδου ανθρωποσ τισ ην υδρωπικοσ εμπροσθεν αυτου
3Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους, λέγων, Εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν;
3και αποκριθεισ ο ιησουσ ειπεν προσ τουσ νομικουσ και φαρισαιουσ λεγων ει εξεστιν τω σαββατω θεραπευειν
4Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτόν, καὶ ἀπέλυσε.
4οι δε ησυχασαν και επιλαβομενοσ ιασατο αυτον και απελυσεν
5Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε, Τίνος ὑμῶν ὄνος ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου;
5και αποκριθεισ προσ αυτουσ ειπεν τινοσ υμων υιοσ η βουσ εισ φρεαρ εμπεσειται και ουκ ευθεωσ ανασπασει αυτον εν τη ημερα του σαββατου
6Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα.
6και ουκ ισχυσαν ανταποκριθηναι αυτω προσ ταυτα
7Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς,
7ελεγεν δε προσ τουσ κεκλημενουσ παραβολην επεχων πωσ τασ πρωτοκλισιασ εξελεγοντο λεγων προσ αυτουσ
8Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν· μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ,
8οταν κληθησ υπο τινοσ εισ γαμουσ μη κατακλιθησ εισ την πρωτοκλισιαν μηποτε εντιμοτεροσ σου η κεκλημενοσ υπ αυτου
9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾿ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
9και ελθων ο σε και αυτον καλεσασ ερει σοι δοσ τουτω τοπον και τοτε αρξη μετ αισχυνησ τον εσχατον τοπον κατεχειν
10Ἀλλ᾿ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσον εἰς τὸν ἔσχατον τόπον· ἵνα, ὅταν ἔλθῃ ὁ κεκληκώς σε, εἴπῃ σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι.
10αλλ οταν κληθησ πορευθεισ αναπεσε εισ τον εσχατον τοπον ινα οταν ελθη ο κεκληκωσ σε ειπη σοι φιλε προσαναβηθι ανωτερον τοτε εσται σοι δοξα ενωπιον των συνανακειμενων σοι
11Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
11οτι πασ ο υψων εαυτον ταπεινωθησεται και ο ταπεινων εαυτον υψωθησεται
12Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα.
12ελεγεν δε και τω κεκληκοτι αυτον οταν ποιησ αριστον η δειπνον μη φωνει τουσ φιλουσ σου μηδε τουσ αδελφουσ σου μηδε τουσ συγγενεισ σου μηδε γειτονασ πλουσιουσ μηποτε και αυτοι σε αντικαλεσωσιν και γενηται σοι ανταποδομα
13Ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς·
13αλλ οταν ποιησ δοχην καλει πτωχουσ αναπηρουσ χωλουσ τυφλουσ
14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
14και μακαριοσ εση οτι ουκ εχουσιν ανταποδουναι σοι ανταποδοθησεται γαρ σοι εν τη αναστασει των δικαιων
15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος, ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
15ακουσασ δε τισ των συνανακειμενων ταυτα ειπεν αυτω μακαριοσ οσ φαγεται αριστον εν τη βασιλεια του θεου
16Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς·
16ο δε ειπεν αυτω ανθρωποσ τισ εποιησεν δειπνον μεγα και εκαλεσεν πολλουσ
17καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα.
17και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοισ κεκλημενοισ ερχεσθε οτι ηδη ετοιμα εστιν παντα
18Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
18και ηρξαντο απο μιασ παραιτεισθαι παντεσ ο πρωτοσ ειπεν αυτω αγρον ηγορασα και εχω αναγκην εξελθειν και ιδειν αυτον ερωτω σε εχε με παρητημενον
19Καὶ ἕτερος εἶπε, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19και ετεροσ ειπεν ζευγη βοων ηγορασα πεντε και πορευομαι δοκιμασαι αυτα ερωτω σε εχε με παρητημενον
20Καὶ ἕτερος εἶπε, Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
20και ετεροσ ειπεν γυναικα εγημα και δια τουτο ου δυναμαι ελθειν
21Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε.
21και παραγενομενοσ ο δουλοσ εκεινοσ απηγγειλεν τω κυριω αυτου ταυτα τοτε οργισθεισ ο οικοδεσποτησ ειπεν τω δουλω αυτου εξελθε ταχεωσ εισ τασ πλατειασ και ρυμασ τησ πολεωσ και τουσ πτωχουσ και αναπηρουσ και χωλουσ και τυφλουσ εισαγαγε ωδε
22Καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί.
22και ειπεν ο δουλοσ κυριε γεγονεν ωσ επεταξασ και ετι τοποσ εστιν
23Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου.
23και ειπεν ο κυριοσ προσ τον δουλον εξελθε εισ τασ οδουσ και φραγμουσ και αναγκασον εισελθειν ινα γεμισθη ο οικοσ μου
24Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
24λεγω γαρ υμιν οτι ουδεισ των ανδρων εκεινων των κεκλημενων γευσεται μου του δειπνου πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι
25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί· καὶ στραφεὶς εἶπε πρὸς αὐτούς,
25συνεπορευοντο δε αυτω οχλοι πολλοι και στραφεισ ειπεν προσ αυτουσ
26Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι.
26ει τισ ερχεται προσ με και ου μισει τον πατερα αυτου και την μητερα και την γυναικα και τα τεκνα και τουσ αδελφουσ και τασ αδελφασ ετι δε και την εαυτου ψυχην ου δυναται μου μαθητησ ειναι
27Καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναί μαθητής.
27και οστισ ου βασταζει τον σταυρον αυτου και ερχεται οπισω μου ου δυναται ειναι μου μαθητησ
28Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν;
28τισ γαρ εξ υμων ο θελων πυργον οικοδομησαι ουχι πρωτον καθισασ ψηφιζει την δαπανην ει εχει τα εισ απαρτισμον
29Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ἐμπαίζειν αὐτῷ,
29ινα μηποτε θεντοσ αυτου θεμελιον και μη ισχυοντοσ εκτελεσαι παντεσ οι θεωρουντεσ αρξωνται εμπαιζειν αυτω
30λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
30λεγοντεσ οτι ουτοσ ο ανθρωποσ ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελεσαι
31Ἢ τίς βασιλεὺς πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν;
31η τισ βασιλευσ πορευομενοσ συμβαλειν ετερω βασιλει εισ πολεμον ουχι καθισασ πρωτον βουλευεται ει δυνατοσ εστιν εν δεκα χιλιασιν απαντησαι τω μετα εικοσι χιλιαδων ερχομενω επ αυτον
32Εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
32ει δε μηγε ετι πορρω αυτου οντοσ πρεσβειαν αποστειλασ ερωτα τα προσ ειρηνην
33Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής.
33ουτωσ ουν πασ εξ υμων οσ ουκ αποτασσεται πασιν τοισ εαυτου υπαρχουσιν ου δυναται μου ειναι μαθητησ
34Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
34καλον το αλασ εαν δε το αλασ μωρανθη εν τινι αρτυθησεται
35Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
35ουτε εισ γην ουτε εισ κοπριαν ευθετον εστιν εξω βαλλουσιν αυτο ο εχων ωτα ακουειν ακουετω
Tip: use the ← and → keys to turn chapters.