ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 3
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.
1τουτο δε γινωσκε οτι εν εσχαταισ ημεραισ ενστησονται καιροι χαλεποι
2Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι,
2εσονται γαρ οι ανθρωποι φιλαυτοι φιλαργυροι αλαζονεσ υπερηφανοι βλασφημοι γονευσιν απειθεισ αχαριστοι ανοσιοι
3ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι,
3αστοργοι ασπονδοι διαβολοι ακρατεισ ανημεροι αφιλαγαθοι
4προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,
4προδοται προπετεισ τετυφωμενοι φιληδονοι μαλλον η φιλοθεοι
5ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου.
5εχοντεσ μορφωσιν ευσεβειασ την δε δυναμιν αυτησ ηρνημενοι και τουτουσ αποτρεπου
6Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτεύοντες τὰ γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,
6εκ τουτων γαρ εισιν οι ενδυνοντεσ εισ τασ οικιασ και αιχμαλωτευοντεσ γυναικαρια σεσωρευμενα αμαρτιαισ αγομενα επιθυμιαισ ποικιλαισ
7πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
7παντοτε μανθανοντα και μηδεποτε εισ επιγνωσιν αληθειασ ελθειν δυναμενα
8Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
8ον τροπον δε ιαννησ και ιαμβρησ αντεστησαν μωυση ουτωσ και ουτοι ανθιστανται τη αληθεια ανθρωποι κατεφθαρμενοι τον νουν αδοκιμοι περι την πιστιν
9Ἀλλ᾿ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
9αλλ ου προκοψουσιν επι πλειον η γαρ ανοια αυτων εκδηλοσ εσται πασιν ωσ και η εκεινων εγενετο
10Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
10συ δε παρηκολουθηκασ μου τη διδασκαλια τη αγωγη τη προθεσει τη πιστει τη μακροθυμια τη αγαπη τη υπομονη
11τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος.
11τοισ διωγμοισ τοισ παθημασιν οια μοι εγενετο εν αντιοχεια εν ικονιω εν λυστροισ οιουσ διωγμουσ υπηνεγκα και εκ παντων με ερρυσατο ο κυριοσ
12Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.
12και παντεσ δε οι θελοντεσ ευσεβωσ ζην εν χριστω ιησου διωχθησονται
13Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
13πονηροι δε ανθρωποι και γοητεσ προκοψουσιν επι το χειρον πλανωντεσ και πλανωμενοι
14Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες,
14συ δε μενε εν οισ εμαθεσ και επιστωθησ ειδωσ παρα τινοσ εμαθεσ
15καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
15και οτι απο βρεφουσ τα ιερα γραμματα οιδασ τα δυναμενα σε σοφισαι εισ σωτηριαν δια πιστεωσ τησ εν χριστω ιησου
16Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ·
16πασα γραφη θεοπνευστοσ και ωφελιμοσ προσ διδασκαλιαν προσ ελεγχον προσ επανορθωσιν προσ παιδειαν την εν δικαιοσυνη
17ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
17ινα αρτιοσ η ο του θεου ανθρωποσ προσ παν εργον αγαθον εξηρτισμενοσ
Tip: use the ← and → keys to turn chapters.