ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β
Chapter 4

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,
1διαμαρτυρομαι ουν εγω ενωπιον του θεου και του κυριου ιησου χριστου του μελλοντοσ κρινειν ζωντασ και νεκρουσ κατα την επιφανειαν αυτου και την βασιλειαν αυτου
2κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
2κηρυξον τον λογον επιστηθι ευκαιρωσ ακαιρωσ ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη
3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν·
3εσται γαρ καιροσ οτε τησ υγιαινουσησ διδασκαλιασ ουκ ανεξονται αλλα κατα τασ επιθυμιασ τασ ιδιασ εαυτοισ επισωρευσουσιν διδασκαλουσ κνηθομενοι την ακοην
4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
4και απο μεν τησ αληθειασ την ακοην αποστρεψουσιν επι δε τουσ μυθουσ εκτραπησονται
5Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
5συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον
6Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.
6εγω γαρ ηδη σπενδομαι και ο καιροσ τησ εμησ αναλυσεωσ εφεστηκεν
7Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
7τον αγωνα τον καλον ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα
8λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
8λοιπον αποκειται μοι ο τησ δικαιοσυνησ στεφανοσ ον αποδωσει μοι ο κυριοσ εν εκεινη τη ημερα ο δικαιοσ κριτησ ου μονον δε εμοι αλλα και πασιν τοισ ηγαπηκοσιν την επιφανειαν αυτου
9Σπούδασον ἐλθεῖν πρός με ταχέως·
9σπουδασον ελθειν προσ με ταχεωσ
10Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν.
10δημασ γαρ με εγκατελιπεν αγαπησασ τον νυν αιωνα και επορευθη εισ θεσσαλονικην κρησκησ εισ γαλατιαν τιτοσ εισ δαλματιαν
11Λουκᾶς ἐστὶ μόνος μετ᾿ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.
11λουκασ εστιν μονοσ μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστοσ εισ διακονιαν
12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
12τυχικον δε απεστειλα εισ εφεσον
13Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
13τον φελονην ον απελιπον εν τρωαδι παρα καρπω ερχομενοσ φερε και τα βιβλια μαλιστα τασ μεμβρανασ
14Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
14αλεξανδροσ ο χαλκευσ πολλα μοι κακα ενεδειξατο αποδωη αυτω ο κυριοσ κατα τα εργα αυτου
15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
15ον και συ φυλασσου λιαν γαρ ανθεστηκεν τοισ ημετεροισ λογοισ
16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.
16εν τη πρωτη μου απολογια ουδεισ μοι συμπαρεγενετο αλλα παντεσ με εγκατελιπον μη αυτοισ λογισθειη
17Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
17ο δε κυριοσ μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουση παντα τα εθνη και ερρυσθην εκ στοματοσ λεοντοσ
18Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
18και ρυσεται με ο κυριοσ απο παντοσ εργου πονηρου και σωσει εισ την βασιλειαν αυτου την επουρανιον ω η δοξα εισ τουσ αιωνασ των αιωνων αμην
19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.
19ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον
20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
20εραστοσ εμεινεν εν κορινθω τροφιμον δε απελιπον εν μιλητω ασθενουντα
21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.
21σπουδασον προ χειμωνοσ ελθειν ασπαζεται σε ευβουλοσ και πουδησ και λινοσ και κλαυδια και οι αδελφοι παντεσ
22Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν.
22ο κυριοσ ιησουσ χριστοσ μετα του πνευματοσ σου η χαρισ μεθ υμων αμην

Tip: use the ← and → keys to turn chapters.