ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1καταβαντι δε αυτω απο του ορουσ ηκολουθησαν αυτω οχλοι πολλοι
1Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί·
2και ιδου λεπροσ ελθων προσεκυνει αυτω λεγων κυριε εαν θελησ δυνασαι με καθαρισαι
2καὶ ἰδού, λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
3και εκτεινασ την χειρα ηψατο αυτου ο ιησουσ λεγων θελω καθαρισθητι και ευθεωσ εκαθαρισθη αυτου η λεπρα
3Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ ὁ Ἰησοῦς, λέγων, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
4και λεγει αυτω ο ιησουσ ορα μηδενι ειπησ αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε το δωρον ο προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ
4Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς· ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
5εισελθοντι δε αυτω εισ καπερναουμ προσηλθεν αυτω εκατονταρχοσ παρακαλων αυτον
5Εἰσελθόντι δὲ τῷ Ἰησοῦ εἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτόν,
6και λεγων κυριε ο παισ μου βεβληται εν τη οικια παραλυτικοσ δεινωσ βασανιζομενοσ
6καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
7και λεγει αυτω ο ιησουσ εγω ελθων θεραπευσω αυτον
7Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8και αποκριθεισ ο εκατονταρχοσ εφη κυριε ουκ ειμι ικανοσ ινα μου υπο την στεγην εισελθησ αλλα μονον ειπε λογω και ιαθησεται ο παισ μου
8Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου.
9και γαρ εγω ανθρωποσ ειμι υπο εξουσιαν εχων υπ εμαυτον στρατιωτασ και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει
9Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.
10ακουσασ δε ο ιησουσ εθαυμασεν και ειπεν τοισ ακολουθουσιν αμην λεγω υμιν ουδε εν τω ισραηλ τοσαυτην πιστιν ευρον
10Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε, καὶ εἶπε τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
11λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα αβρααμ και ισαακ και ιακωβ εν τη βασιλεια των ουρανων
11Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·
12οι δε υιοι τησ βασιλειασ εκβληθησονται εισ το σκοτοσ το εξωτερον εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
12οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13και ειπεν ο ιησουσ τω εκατονταρχη υπαγε και ωσ επιστευσασ γενηθητω σοι και ιαθη ο παισ αυτου εν τη ωρα εκεινη
13Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ, Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14και ελθων ο ιησουσ εισ την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν
14Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν,
15και ηψατο τησ χειροσ αυτησ και αφηκεν αυτην ο πυρετοσ και ηγερθη και διηκονει αυτω
15καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς.
16οψιασ δε γενομενησ προσηνεγκαν αυτω δαιμονιζομενουσ πολλουσ και εξεβαλεν τα πνευματα λογω και παντασ τουσ κακωσ εχοντασ εθεραπευσεν
16Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν·
17οπωσ πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντοσ αυτοσ τασ ασθενειασ ημων ελαβεν και τασ νοσουσ εβαστασεν
17ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.
18ιδων δε ο ιησουσ πολλουσ οχλουσ περι αυτον εκελευσεν απελθειν εισ το περαν
18Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19και προσελθων εισ γραμματευσ ειπεν αυτω διδασκαλε ακολουθησω σοι οπου εαν απερχη
19Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
20και λεγει αυτω ο ιησουσ αι αλωπεκεσ φωλεουσ εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεισ ο δε υιοσ του ανθρωπου ουκ εχει που την κεφαλην κλινη
20Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
21ετεροσ δε των μαθητων αυτου ειπεν αυτω κυριε επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου
21Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
22ο δε ιησουσ ειπεν αυτω ακολουθει μοι και αφεσ τουσ νεκρουσ θαψαι τουσ εαυτων νεκρουσ
22Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23και εμβαντι αυτω εισ το πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου
23Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24και ιδου σεισμοσ μεγασ εγενετο εν τη θαλασση ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτοσ δε εκαθευδεν
24Καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.
25και προσελθοντεσ οι μαθηται ηγειραν αυτον λεγοντεσ κυριε σωσον ημασ απολλυμεθα
25Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτόν, λέγοντες, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.
26και λεγει αυτοισ τι δειλοι εστε ολιγοπιστοι τοτε εγερθεισ επετιμησεν τοισ ανεμοισ και τη θαλασση και εγενετο γαληνη μεγαλη
26Καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
27οι δε ανθρωποι εθαυμασαν λεγοντεσ ποταποσ εστιν ουτοσ οτι και οι ανεμοι και η θαλασσα υπακουουσιν αυτω
27Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
28και ελθοντι αυτω εισ το περαν εισ την χωραν των γεργεσηνων υπηντησαν αυτω δυο δαιμονιζομενοι εκ των μνημειων εξερχομενοι χαλεποι λιαν ωστε μη ισχυειν τινα παρελθειν δια τησ οδου εκεινησ
28Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης·
29και ιδου εκραξαν λεγοντεσ τι ημιν και σοι ιησου υιε του θεου ηλθεσ ωδε προ καιρου βασανισαι ημασ
29καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοσκομενη
30Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31οι δε δαιμονεσ παρεκαλουν αυτον λεγοντεσ ει εκβαλλεισ ημασ επιτρεψον ημιν απελθειν εισ την αγελην των χοιρων
31Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.
32και ειπεν αυτοισ υπαγετε οι δε εξελθοντεσ απηλθον εισ την αγελην των χοιρων και ιδου ωρμησεν πασα η αγελη των χοιρων κατα του κρημνου εισ την θαλασσαν και απεθανον εν τοισ υδασιν
32Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδού, ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33οι δε βοσκοντεσ εφυγον και απελθοντεσ εισ την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων
33Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων.
34και ιδου πασα η πολισ εξηλθεν εισ συναντησιν τω ιησου και ιδοντεσ αυτον παρεκαλεσαν οπωσ μεταβη απο των οριων αυτων
34Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
Tip: use the ← and → keys to turn chapters.