ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1εν εκεινω τω καιρω ηκουσεν ηρωδησ ο τετραρχησ την ακοην ιησου
1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ,
2και ειπεν τοισ παισιν αυτου ουτοσ εστιν ιωαννησ ο βαπτιστησ αυτοσ ηγερθη απο των νεκρων και δια τουτο αι δυναμεισ ενεργουσιν εν αυτω
2καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
3ο γαρ ηρωδησ κρατησασ τον ιωαννην εδησεν αυτον και εθετο εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου
3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.
4ελεγεν γαρ αυτω ο ιωαννησ ουκ εξεστιν σοι εχειν αυτην
4Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.
5και θελων αυτον αποκτειναι εφοβηθη τον οχλον οτι ωσ προφητην αυτον ειχον
5Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
6γενεσιων δε αγομενων του ηρωδου ωρχησατο η θυγατηρ τησ ηρωδιαδοσ εν τω μεσω και ηρεσεν τω ηρωδη
6Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρῴδῃ·
7οθεν μεθ ορκου ωμολογησεν αυτη δουναι ο εαν αιτησηται
7ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
8η δε προβιβασθεισα υπο τησ μητροσ αυτησ δοσ μοι φησιν ωδε επι πινακι την κεφαλην ιωαννου του βαπτιστου
8Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
9και ελυπηθη ο βασιλευσ δια δε τουσ ορκουσ και τουσ συνανακειμενουσ εκελευσεν δοθηναι
9Καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι·
10και πεμψασ απεκεφαλισεν τον ιωαννην εν τη φυλακη
10καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.
11και ηνεχθη η κεφαλη αυτου επι πινακι και εδοθη τω κορασιω και ηνεγκεν τη μητρι αυτησ
11Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς.
12και προσελθοντεσ οι μαθηται αυτου ηραν το σωμα και εθαψαν αυτο και ελθοντεσ απηγγειλαν τω ιησου
12Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα, καὶ ἔθαψαν αὐτό· καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13και ακουσασ ο ιησουσ ανεχωρησεν εκειθεν εν πλοιω εισ ερημον τοπον κατ ιδιαν και ακουσαντεσ οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων
13Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
14και εξελθων ο ιησουσ ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτοισ και εθεραπευσεν τουσ αρρωστουσ αυτων
14Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτούς, καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.
15οψιασ δε γενομενησ προσηλθον αυτω οι μαθηται αυτου λεγοντεσ ερημοσ εστιν ο τοποσ και η ωρα ηδη παρηλθεν απολυσον τουσ οχλουσ ινα απελθοντεσ εισ τασ κωμασ αγορασωσιν εαυτοισ βρωματα
15Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
16ο δε ιησουσ ειπεν αυτοισ ου χρειαν εχουσιν απελθειν δοτε αυτοισ υμεισ φαγειν
16Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
17οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε ει μη πεντε αρτουσ και δυο ιχθυασ
17Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
18ο δε ειπεν φερετε μοι αυτουσ ωδε
18Ὁ δὲ εἶπε, Φέρετέ μοι αὐτοὺς ὧδε.
19και κελευσασ τουσ οχλουσ ανακλιθηναι επι τουσ χορτουσ λαβων τουσ πεντε αρτουσ και τουσ δυο ιχθυασ αναβλεψασ εισ τον ουρανον ευλογησεν και κλασασ εδωκεν τοισ μαθηταισ τουσ αρτουσ οι δε μαθηται τοισ οχλοισ
19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
20και εφαγον παντεσ και εχορτασθησαν και ηραν το περισσευον των κλασματων δωδεκα κοφινουσ πληρεισ
20Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.
21οι δε εσθιοντεσ ησαν ανδρεσ ωσει πεντακισχιλιοι χωρισ γυναικων και παιδιων
21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
22και ευθεωσ ηναγκασεν ο ιησουσ τουσ μαθητασ εμβηναι εισ το πλοιον και προαγειν αυτον εισ το περαν εωσ ου απολυση τουσ οχλουσ
22Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
23και απολυσασ τουσ οχλουσ ανεβη εισ το οροσ κατ ιδιαν προσευξασθαι οψιασ δε γενομενησ μονοσ ην εκει
23Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ.
24το δε πλοιον ηδη μεσον τησ θαλασσησ ην βασανιζομενον υπο των κυματων ην γαρ εναντιοσ ο ανεμοσ
24Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
25τεταρτη δε φυλακη τησ νυκτοσ απηλθεν προσ αυτουσ ο ιησουσ περιπατων επι τησ θαλασσησ
25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς θαλάσσης.
26και ιδοντεσ αυτον οι μαθηται επι την θαλασσαν περιπατουντα εταραχθησαν λεγοντεσ οτι φαντασμα εστιν και απο του φοβου εκραξαν
26Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
27ευθεωσ δε ελαλησεν αυτοισ ο ιησουσ λεγων θαρσειτε εγω ειμι μη φοβεισθε
27Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε.
28αποκριθεισ δε αυτω ο πετροσ ειπεν κυριε ει συ ει κελευσον με προσ σε ελθειν επι τα υδατα
28Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.
29ο δε ειπεν ελθε και καταβασ απο του πλοιου ο πετροσ περιεπατησεν επι τα υδατα ελθειν προσ τον ιησουν
29Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
30βλεπων δε τον ανεμον ισχυρον εφοβηθη και αρξαμενοσ καταποντιζεσθαι εκραξεν λεγων κυριε σωσον με
30Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε, λέγων, Κύριε, σῶσόν με.
31ευθεωσ δε ο ιησουσ εκτεινασ την χειρα επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε εισ τι εδιστασασ
31Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;
32και εμβαντων αυτων εισ το πλοιον εκοπασεν ο ανεμοσ
32Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος·
33οι δε εν τω πλοιω ελθοντεσ προσεκυνησαν αυτω λεγοντεσ αληθωσ θεου υιοσ ει
33οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς εἶ.
34και διαπερασαντεσ ηλθον εισ την γην γεννησαρετ
34Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
35και επιγνοντεσ αυτον οι ανδρεσ του τοπου εκεινου απεστειλαν εισ ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντασ τουσ κακωσ εχοντασ
35Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·
36και παρεκαλουν αυτον ινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν
36καὶ παρεκάλουν αὐτόν, ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
Tip: use the ← and → keys to turn chapters.