ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και μεθ ημερασ εξ παραλαμβανει ο ιησουσ τον πετρον και ιακωβον και ιωαννην τον αδελφον αυτου και αναφερει αυτουσ εισ οροσ υψηλον κατ ιδιαν
1Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν.
2και μετεμορφωθη εμπροσθεν αυτων και ελαμψεν το προσωπον αυτου ωσ ο ηλιοσ τα δε ιματια αυτου εγενοντο λευκα ωσ το φωσ
2Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
3και ιδου ωφθησαν αυτοισ μωσησ και ηλιασ μετ αυτου συλλαλουντεσ
3Καὶ ἰδού, ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας, μετ᾿ αὐτοῦ συλλαλοῦντες.
4αποκριθεισ δε ο πετροσ ειπεν τω ιησου κυριε καλον εστιν ημασ ωδε ειναι ει θελεισ ποιησωμεν ωδε τρεισ σκηνασ σοι μιαν και μωση μιαν και μιαν ηλια
4Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ μίαν Ἠλίᾳ.
5ετι αυτου λαλουντοσ ιδου νεφελη φωτεινη επεσκιασεν αυτουσ και ιδου φωνη εκ τησ νεφελησ λεγουσα ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ εν ω ευδοκησα αυτου ακουετε
5Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.
6και ακουσαντεσ οι μαθηται επεσον επι προσωπον αυτων και εφοβηθησαν σφοδρα
6Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα.
7και προσελθων ο ιησουσ ηψατο αυτων και ειπεν εγερθητε και μη φοβεισθε
7Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
8επαραντεσ δε τουσ οφθαλμουσ αυτων ουδενα ειδον ει μη τον ιησουν μονον
8Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.
9και καταβαινοντων αυτων εκ του ορουσ ενετειλατο αυτοισ ο ιησουσ λεγων μηδενι ειπητε το οραμα εωσ ου ο υιοσ του ανθρωπου εκ νεκρων αναστη
9Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10και επηρωτησαν αυτον οι μαθηται αυτου λεγοντεσ τι ουν οι γραμματεισ λεγουσιν οτι ηλιαν δει ελθειν πρωτον
10Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
11ο δε ιησουσ αποκριθεισ ειπεν αυτοισ ηλιασ μεν ερχεται πρωτον και αποκαταστησει παντα
11Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἔρχεται πρῶτον, καὶ ἀποκαταστήσει πάντα·
12λεγω δε υμιν οτι ηλιασ ηδη ηλθεν και ουκ επεγνωσαν αυτον αλλα εποιησαν εν αυτω οσα ηθελησαν ουτωσ και ο υιοσ του ανθρωπου μελλει πασχειν υπ αυτων
12λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν.
13τοτε συνηκαν οι μαθηται οτι περι ιωαννου του βαπτιστου ειπεν αυτοισ
13Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14και ελθοντων αυτων προσ τον οχλον προσηλθεν αυτω ανθρωποσ γονυπετων αυτον
14Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ
15και λεγων κυριε ελεησον μου τον υιον οτι σεληνιαζεται και κακωσ πασχει πολλακισ γαρ πιπτει εισ το πυρ και πολλακισ εισ το υδωρ
15καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16και προσηνεγκα αυτον τοισ μαθηταισ σου και ουκ ηδυνηθησαν αυτον θεραπευσαι
16Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
17αποκριθεισ δε ο ιησουσ ειπεν ω γενεα απιστοσ και διεστραμμενη εωσ ποτε εσομαι μεθ υμων εωσ ποτε ανεξομαι υμων φερετε μοι αυτον ωδε
17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.
18και επετιμησεν αυτω ο ιησουσ και εξηλθεν απ αυτου το δαιμονιον και εθεραπευθη ο παισ απο τησ ωρασ εκεινησ
18Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19τοτε προσελθοντεσ οι μαθηται τω ιησου κατ ιδιαν ειπον δια τι ημεισ ουκ ηδυνηθημεν εκβαλειν αυτο
19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
20ο δε ιησουσ ειπεν αυτοισ δια την απιστιαν υμων αμην γαρ λεγω υμιν εαν εχητε πιστιν ωσ κοκκον σιναπεωσ ερειτε τω ορει τουτω μεταβηθι εντευθεν εκει και μεταβησεται και ουδεν αδυνατησει υμιν
20Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
21τουτο δε το γενοσ ουκ εκπορευεται ει μη εν προσευχη και νηστεια
21Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
22αναστρεφομενων δε αυτων εν τη γαλιλαια ειπεν αυτοισ ο ιησουσ μελλει ο υιοσ του ανθρωπου παραδιδοσθαι εισ χειρασ ανθρωπων
22Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
23και αποκτενουσιν αυτον και τη τριτη ημερα εγερθησεται και ελυπηθησαν σφοδρα
23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
24ελθοντων δε αυτων εισ καπερναουμ προσηλθον οι τα διδραχμα λαμβανοντεσ τω πετρω και ειπον ο διδασκαλοσ υμων ου τελει τα διδραχμα
24Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
25λεγει ναι και οτε εισηλθεν εισ την οικιαν προεφθασεν αυτον ο ιησουσ λεγων τι σοι δοκει σιμων οι βασιλεισ τησ γησ απο τινων λαμβανουσιν τελη η κηνσον απο των υιων αυτων η απο των αλλοτριων
25Λέγει, Ναί. Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;
26λεγει αυτω ο πετροσ απο των αλλοτριων εφη αυτω ο ιησουσ αρα γε ελευθεροι εισιν οι υιοι
26Λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
27ινα δε μη σκανδαλισωμεν αυτουσ πορευθεισ εισ την θαλασσαν βαλε αγκιστρον και τον αναβαινοντα πρωτον ιχθυν αρον και ανοιξασ το στομα αυτου ευρησεισ στατηρα εκεινον λαβων δοσ αυτοισ αντι εμου και σου
27Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Tip: use the ← and → keys to turn chapters.