ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και προσκαλεσαμενοσ τουσ δωδεκα μαθητασ αυτου εδωκεν αυτοισ εξουσιαν πνευματων ακαθαρτων ωστε εκβαλλειν αυτα και θεραπευειν πασαν νοσον και πασαν μαλακιαν
1Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
2των δε δωδεκα αποστολων τα ονοματα εστιν ταυτα πρωτοσ σιμων ο λεγομενοσ πετροσ και ανδρεασ ο αδελφοσ αυτου ιακωβοσ ο του ζεβεδαιου και ιωαννησ ο αδελφοσ αυτου
2Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ·
3φιλιπποσ και βαρθολομαιοσ θωμασ και ματθαιοσ ο τελωνησ ιακωβοσ ο του αλφαιου και λεββαιοσ ο επικληθεισ θαδδαιοσ
3Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος·
4σιμων ο κανανιτησ και ιουδασ ισκαριωτησ ο και παραδουσ αυτον
4Σίμων ὁ Κανανίτης, καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
5τουτουσ τουσ δωδεκα απεστειλεν ο ιησουσ παραγγειλασ αυτοισ λεγων εισ οδον εθνων μη απελθητε και εισ πολιν σαμαρειτων μη εισελθητε
5Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·
6πορευεσθε δε μαλλον προσ τα προβατα τα απολωλοτα οικου ισραηλ
6πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
7πορευομενοι δε κηρυσσετε λεγοντεσ οτι ηγγικεν η βασιλεια των ουρανων
7Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
8ασθενουντασ θεραπευετε λεπρουσ καθαριζετε δαιμονια εκβαλλετε δωρεαν ελαβετε δωρεαν δοτε
8Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
9μη κτησησθε χρυσον μηδε αργυρον μηδε χαλκον εισ τασ ζωνασ υμων
9Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
10μη πηραν εισ οδον μηδε δυο χιτωνασ μηδε υποδηματα μηδε ραβδουσ αξιοσ γαρ ο εργατησ τησ τροφησ αυτου εστιν
10μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.
11εισ ην δ αν πολιν η κωμην εισελθητε εξετασατε τισ εν αυτη αξιοσ εστιν κακει μεινατε εωσ αν εξελθητε
11Εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι· κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε.
12εισερχομενοι δε εισ την οικιαν ασπασασθε αυτην
12Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν.
13και εαν μεν η η οικια αξια ελθετω η ειρηνη υμων επ αυτην εαν δε μη η αξια η ειρηνη υμων προσ υμασ επιστραφητω
13Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.
14και οσ εαν μη δεξηται υμασ μηδε ακουση τουσ λογουσ υμων εξερχομενοι τησ οικιασ η τησ πολεωσ εκεινησ εκτιναξατε τον κονιορτον των ποδων υμων
14Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
15αμην λεγω υμιν ανεκτοτερον εσται γη σοδομων και γομορρων εν ημερα κρισεωσ η τη πολει εκεινη
15Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
16ιδου εγω αποστελλω υμασ ωσ προβατα εν μεσω λυκων γινεσθε ουν φρονιμοι ωσ οι οφεισ και ακεραιοι ωσ αι περιστεραι
16Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
17προσεχετε δε απο των ανθρωπων παραδωσουσιν γαρ υμασ εισ συνεδρια και εν ταισ συναγωγαισ αυτων μαστιγωσουσιν υμασ
17Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·
18και επι ηγεμονασ δε και βασιλεισ αχθησεσθε ενεκεν εμου εισ μαρτυριον αυτοισ και τοισ εθνεσιν
18καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
19οταν δε παραδιδωσιν υμασ μη μεριμνησητε πωσ η τι λαλησητε δοθησεται γαρ υμιν εν εκεινη τη ωρα τι λαλησετε
19Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε·
20ου γαρ υμεισ εστε οι λαλουντεσ αλλα το πνευμα του πατροσ υμων το λαλουν εν υμιν
20οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
21παραδωσει δε αδελφοσ αδελφον εισ θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεισ και θανατωσουσιν αυτουσ
21Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.
22και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται
22Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
23οταν δε διωκωσιν υμασ εν τη πολει ταυτη φευγετε εισ την αλλην αμην γαρ λεγω υμιν ου μη τελεσητε τασ πολεισ του ισραηλ εωσ αν ελθη ο υιοσ του ανθρωπου
23Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24ουκ εστιν μαθητησ υπερ τον διδασκαλον ουδε δουλοσ υπερ τον κυριον αυτου
24Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
25αρκετον τω μαθητη ινα γενηται ωσ ο διδασκαλοσ αυτου και ο δουλοσ ωσ ο κυριοσ αυτου ει τον οικοδεσποτην βεελζεβουλ εκαλεσαν ποσω μαλλον τουσ οικειακουσ αυτου
25Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;
26μη ουν φοβηθητε αυτουσ ουδεν γαρ εστιν κεκαλυμμενον ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται
26Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
27ο λεγω υμιν εν τη σκοτια ειπατε εν τω φωτι και ο εισ το ουσ ακουετε κηρυξατε επι των δωματων
27Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.
28και μη φοβεισθε απο των αποκτενοντων το σωμα την δε ψυχην μη δυναμενων αποκτειναι φοβηθητε δε μαλλον τον δυναμενον και την ψυχην και το σωμα απολεσαι εν γεεννη
28Καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
29ουχι δυο στρουθια ασσαριου πωλειται και εν εξ αυτων ου πεσειται επι την γην ανευ του πατροσ υμων
29Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν·
30υμων δε και αι τριχεσ τησ κεφαλησ πασαι ηριθμημεναι εισιν
30ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί.
31μη ουν φοβηθητε πολλων στρουθιων διαφερετε υμεισ
31Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
32πασ ουν οστισ ομολογησει εν εμοι εμπροσθεν των ανθρωπων ομολογησω καγω εν αυτω εμπροσθεν του πατροσ μου του εν ουρανοισ
32Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
33οστισ δ αν αρνησηται με εμπροσθεν των ανθρωπων αρνησομαι αυτον καγω εμπροσθεν του πατροσ μου του εν ουρανοισ
33Ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
34μη νομισητε οτι ηλθον βαλειν ειρηνην επι την γην ουκ ηλθον βαλειν ειρηνην αλλα μαχαιραν
34Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
35ηλθον γαρ διχασαι ανθρωπον κατα του πατροσ αυτου και θυγατερα κατα τησ μητροσ αυτησ και νυμφην κατα τησ πενθερασ αυτησ
35Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς·
36και εχθροι του ανθρωπου οι οικειακοι αυτου
36καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
37ο φιλων πατερα η μητερα υπερ εμε ουκ εστιν μου αξιοσ και ο φιλων υιον η θυγατερα υπερ εμε ουκ εστιν μου αξιοσ
37Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος·
38και οσ ου λαμβανει τον σταυρον αυτου και ακολουθει οπισω μου ουκ εστιν μου αξιοσ
38καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
39ο ευρων την ψυχην αυτου απολεσει αυτην και ο απολεσασ την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην
39Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40ο δεχομενοσ υμασ εμε δεχεται και ο εμε δεχομενοσ δεχεται τον αποστειλαντα με
40Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
41ο δεχομενοσ προφητην εισ ονομα προφητου μισθον προφητου ληψεται και ο δεχομενοσ δικαιον εισ ονομα δικαιου μισθον δικαιου ληψεται
41Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται.
42και οσ εαν ποτιση ενα των μικρων τουτων ποτηριον ψυχρου μονον εισ ονομα μαθητου αμην λεγω υμιν ου μη απολεση τον μισθον αυτου
42Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.