ΙΑΚΩΒΟΥ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1αγε νυν οι πλουσιοι κλαυσατε ολολυζοντεσ επι ταισ ταλαιπωριαισ υμων ταισ επερχομεναισ
1Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
2ο πλουτοσ υμων σεσηπεν και τα ιματια υμων σητοβρωτα γεγονεν
2Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν·
3ο χρυσοσ υμων και ο αργυροσ κατιωται και ο ιοσ αυτων εισ μαρτυριον υμιν εσται και φαγεται τασ σαρκασ υμων ωσ πυρ εθησαυρισατε εν εσχαταισ ημεραισ
3ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
4ιδου ο μισθοσ των εργατων των αμησαντων τασ χωρασ υμων ο απεστερημενοσ αφ υμων κραζει και αι βοαι των θερισαντων εισ τα ωτα κυριου σαβαωθ εισεληλυθασιν
4Ἰδού, ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ᾿ ὑμῶν, κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.
5ετρυφησατε επι τησ γησ και εσπαταλησατε εθρεψατε τασ καρδιασ υμων ωσ εν ημερα σφαγησ
5Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς.
6κατεδικασατε εφονευσατε τον δικαιον ουκ αντιτασσεται υμιν
6Κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
7μακροθυμησατε ουν αδελφοι εωσ τησ παρουσιασ του κυριου ιδου ο γεωργοσ εκδεχεται τον τιμιον καρπον τησ γησ μακροθυμων επ αυτον εωσ λαβη υετον πρωιμον και οψιμον
7Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. Ἰδού, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾿ αὐτῷ, ἕως ἂν λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον.
8μακροθυμησατε και υμεισ στηριξατε τασ καρδιασ υμων οτι η παρουσια του κυριου ηγγικεν
8Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε.
9μη στεναζετε κατ αλληλων αδελφοι ινα μη κριθητε ιδου ο κριτησ προ των θυρων εστηκεν
9Μὴ στενάζετε κατ᾿ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κατακριθῆτε· ἰδού, κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
10υποδειγμα λαβετε αδελφοι μου τησ κακοπαθειασ και τησ μακροθυμιασ τουσ προφητασ οι ελαλησαν τω ονοματι κυριου
10Ὑπόδειγμα λάβετε τῆς κακοπαθείας, ἀδελφοί μου, καὶ τῆς μακροθυμίας, τοὺς προφήτας οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου.
11ιδου μακαριζομεν τουσ υπομενοντασ την υπομονην ιωβ ηκουσατε και το τελοσ κυριου ιδετε οτι πολυσπλαγχνοσ εστιν και οικτιρμων
11Ἰδού, μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων.
12προ παντων δε αδελφοι μου μη ομνυετε μητε τον ουρανον μητε την γην μητε αλλον τινα ορκον ητω δε υμων το ναι ναι και το ου ου ινα μη εισ υποκρισιν πεσητε
12Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανόν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναί, ναί, καὶ τὸ οὔ, οὔ· ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
13κακοπαθει τισ εν υμιν προσευχεσθω ευθυμει τισ ψαλλετω
13Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω. Εὐθυμεῖ τις; Ψαλλέτω.
14ασθενει τισ εν υμιν προσκαλεσασθω τουσ πρεσβυτερουσ τησ εκκλησιασ και προσευξασθωσαν επ αυτον αλειψαντεσ αυτον ελαιω εν τω ονοματι του κυριου
14Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾿ αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου·
15και η ευχη τησ πιστεωσ σωσει τον καμνοντα και εγερει αυτον ο κυριοσ καν αμαρτιασ η πεποιηκωσ αφεθησεται αυτω
15καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
16εξομολογεισθε αλληλοισ τα παραπτωματα και ευχεσθε υπερ αλληλων οπωσ ιαθητε πολυ ισχυει δεησισ δικαιου ενεργουμενη
16Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
17ηλιασ ανθρωποσ ην ομοιοπαθησ ημιν και προσευχη προσηυξατο του μη βρεξαι και ουκ εβρεξεν επι τησ γησ ενιαυτουσ τρεισ και μηνασ εξ
17Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι· καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ.
18και παλιν προσηυξατο και ο ουρανοσ υετον εδωκεν και η γη εβλαστησεν τον καρπον αυτησ
18Καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς.
19αδελφοι εαν τισ εν υμιν πλανηθη απο τησ αληθειασ και επιστρεψη τισ αυτον
19Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν,
20γινωσκετω οτι ο επιστρεψασ αμαρτωλον εκ πλανησ οδου αυτου σωσει ψυχην εκ θανατου και καλυψει πληθοσ αμαρτιων
20γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
Tip: use the ← and → keys to turn chapters.