ΙΑΚΩΒΟΥ 4
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ποθεν πολεμοι και μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοισ μελεσιν υμων
1Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δια το μη αιτεισθαι υμασ
2Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε δέ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
3αιτειτε και ου λαμβανετε διοτι κακωσ αιτεισθε ινα εν ταισ ηδοναισ υμων δαπανησητε
3αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
4μοιχοι και μοιχαλιδεσ ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν οσ αν ουν βουληθη φιλοσ ειναι του κοσμου εχθροσ του θεου καθισταται
4Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστίν; Ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
5η δοκειτε οτι κενωσ η γραφη λεγει προσ φθονον επιποθει το 3588 T-NSN πνευμα 4151 N-NSN ο κατωκησεν εν ημιν
5Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν;
6μειζονα δε διδωσιν χαριν διο λεγει ο θεοσ υπερηφανοισ αντιτασσεται ταπεινοισ δε διδωσιν χαριν
6Μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
7υποταγητε ουν τω θεω αντιστητε δε τω διαβολω και φευξεται αφ υμων
7Ὑποτάγητε οὖν τῷ Θεῷ· ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾿ ὑμῶν.
8εγγισατε τω θεω και εγγιει υμιν καθαρισατε χειρασ αμαρτωλοι και αγνισατε καρδιασ διψυχοι
8Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελωσ υμων εισ πενθοσ μεταστραφητω και η χαρα εισ κατηφειαν
9Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν.
10ταπεινωθητε ενωπιον του κυριου και υψωσει υμασ
10Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου και κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεισ ουκ ει ποιητησ νομου αλλα κριτησ
11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής.
12εισ εστιν ο νομοθετησ ο δυναμενοσ σωσαι και απολεσαι συ δε τισ ει οσ κρινεισ τον ετερον
12Εἷς ἐστὶν ὁ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον;
13αγε νυν οι λεγοντεσ σημερον και αυριον πορευσωμεθα εισ τηνδε την πολιν και ποιησωμεν εκει ενιαυτον ενα και εμπορευσωμεθα και κερδησωμεν
13Ἄγε νῦν οἱ λέγοντες, Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσόμεθα, καὶ κερδήσομεν·
14οιτινεσ ουκ επιστασθε το τησ αυριον ποια γαρ η ζωη υμων ατμισ γαρ εσται η προσ ολιγον φαινομενη επειτα δε και αφανιζομενη
14οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γὰρ ἡ ζωὴ ὑμῶν; Ἀτμὶς γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη.
15αντι του λεγειν υμασ εαν ο κυριοσ θεληση και ζησωμεν και ποιησωμεν τουτο η εκεινο
15Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
16νυν δε καυχασθε εν ταισ αλαζονειαισ υμων πασα καυχησισ τοιαυτη πονηρα εστιν
16Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν
17Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.
Tip: use the ← and → keys to turn chapters.