ΙΑΚΩΒΟΥ
Chapter 3

ΙΑΚΩΒΟΥ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1μη πολλοι διδασκαλοι γινεσθε αδελφοι μου ειδοτεσ οτι μειζον κριμα ληψομεθα
1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα.
2πολλα γαρ πταιομεν απαντεσ ει τισ εν λογω ου πταιει ουτοσ τελειοσ ανηρ δυνατοσ χαλιναγωγησαι και ολον το σωμα
2Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
3ιδε των ιππων τουσ χαλινουσ εισ τα στοματα βαλλομεν προσ το πειθεσθαι αυτουσ ημιν και ολον το σωμα αυτων μεταγομεν
3Ἰδού, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
4ιδου και τα πλοια τηλικαυτα οντα και υπο σκληρων ανεμων ελαυνομενα μεταγεται υπο ελαχιστου πηδαλιου οπου αν η ορμη του ευθυνοντοσ βουληται
4Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται.
5ουτωσ και η γλωσσα μικρον μελοσ εστιν και μεγαλαυχει ιδου ολιγον πυρ ηλικην υλην αναπτει
5Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστί, καὶ μεγαλαυχεῖ. Ἰδού, ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει.
6και η γλωσσα πυρ ο κοσμοσ τησ αδικιασ ουτωσ η γλωσσα καθισταται εν τοισ μελεσιν ημων η σπιλουσα ολον το σωμα και φλογιζουσα τον τροχον τησ γενεσεωσ και φλογιζομενη υπο τησ γεεννησ
6Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
7πασα γαρ φυσισ θηριων τε και πετεινων ερπετων τε και εναλιων δαμαζεται και δεδαμασται τη φυσει τη ανθρωπινη
7Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
8την δε γλωσσαν ουδεισ δυναται ανθρωπων δαμασαι ακατασχετον κακον μεστη ιου θανατηφορου
8τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
9εν αυτη ευλογουμεν τον θεον και πατερα και εν αυτη καταρωμεθα τουσ ανθρωπουσ τουσ καθ ομοιωσιν θεου γεγονοτασ
9Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾿ ὁμοίωσιν Θεοῦ γεγονότας·
10εκ του αυτου στοματοσ εξερχεται ευλογια και καταρα ου χρη αδελφοι μου ταυτα ουτωσ γινεσθαι
10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι.
11μητι η πηγη εκ τησ αυτησ οπησ βρυει το γλυκυ και το πικρον
11Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
12μη δυναται αδελφοι μου συκη ελαιασ ποιησαι η αμπελοσ συκα ουτωσ ουδεμια πηγη αλυκον και γλυκυ ποιησαι υδωρ
12Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.
13τισ σοφοσ και επιστημων εν υμιν δειξατω εκ τησ καλησ αναστροφησ τα εργα αυτου εν πραυτητι σοφιασ
13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας.
14ει δε ζηλον πικρον εχετε και εριθειαν εν τη καρδια υμων μη κατακαυχασθε και ψευδεσθε κατα τησ αληθειασ
14Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
15ουκ εστιν αυτη η σοφια ανωθεν κατερχομενη αλλ επιγειοσ ψυχικη δαιμονιωδησ
15Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ᾿ ἐπίγειος, ψυχική, δαιμονιώδης.
16οπου γαρ ζηλοσ και εριθεια εκει ακαταστασια και παν φαυλον πραγμα
16Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
17η δε ανωθεν σοφια πρωτον μεν αγνη εστιν επειτα ειρηνικη επιεικησ ευπειθησ μεστη ελεουσ και καρπων αγαθων αδιακριτοσ και ανυποκριτοσ
17Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος.
18καρποσ δε τησ δικαιοσυνησ εν ειρηνη σπειρεται τοισ ποιουσιν ειρηνην
18Καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

Tip: use the ← and → keys to turn chapters.