ΠΡΟΣ ΓΑΛΑΤΑΣ
Chapter 5

ΠΡΟΣ ΓΑΛΑΤΑΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1τη ελευθερια ουν η χριστοσ ημασ ηλευθερωσεν στηκετε και μη παλιν ζυγω δουλειασ ενεχεσθε
1Τῇ ἐλευθερίᾳ οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2ιδε εγω παυλοσ λεγω υμιν οτι εαν περιτεμνησθε χριστοσ υμασ ουδεν ωφελησει
2Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
3μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετησ εστιν ολον τον νομον ποιησαι
3Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
4κατηργηθητε απο του χριστου οιτινεσ εν νομω δικαιουσθε τησ χαριτοσ εξεπεσατε
4Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε.
5ημεισ γαρ πνευματι εκ πιστεωσ ελπιδα δικαιοσυνησ απεκδεχομεθα
5Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
6εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστισ δι αγαπησ ενεργουμενη
6Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾿ ἀγάπης ἐνεργουμένη.
7ετρεχετε καλωσ τισ υμασ ενεκοψεν τη αληθεια μη πειθεσθαι
7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἀνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
8η πεισμονη ουκ εκ του καλουντοσ υμασ
8Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
9μικρα ζυμη ολον το φυραμα ζυμοι
9Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
10εγω πεποιθα εισ υμασ εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμασ βαστασει το κριμα οστισ αν η
10Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ.
11εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου
11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
12οφελον και αποκοψονται οι αναστατουντεσ υμασ
12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13υμεισ γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εισ αφορμην τη σαρκι αλλα δια τησ αγαπησ δουλευετε αλληλοισ
13Ὑμεῖς γὰρ ἐπ᾿ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
14ο γαρ πασ νομοσ εν ενι λογω πληρουται εν τω αγαπησεισ τον πλησιον σου ωσ εαυτον
14Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.
15ει δε αλληλουσ δακνετε και κατεσθιετε βλεπετε μη υπο αλληλων αναλωθητε
15Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
16λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκοσ ου μη τελεσητε
16Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
17η γαρ σαρξ επιθυμει κατα του πνευματοσ το δε πνευμα κατα τησ σαρκοσ ταυτα δε αντικειται αλληλοισ ινα μη α αν θελητε ταυτα ποιητε
17Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.
18ει δε πνευματι αγεσθε ουκ εστε υπο νομον
18Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
19φανερα δε εστιν τα εργα τησ σαρκοσ ατινα εστιν μοιχεια πορνεια ακαθαρσια ασελγεια
19Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
20ειδωλολατρεια φαρμακεια εχθραι ερεισ ζηλοι θυμοι εριθειαι διχοστασιαι αιρεσεισ
20εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
21φθονοι φονοι μεθαι κωμοι και τα ομοια τουτοισ α προλεγω υμιν καθωσ και προειπον οτι οι τα τοιαυτα πρασσοντεσ βασιλειαν θεου ου κληρονομησουσιν
21φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
22ο δε καρποσ του πνευματοσ εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτησ αγαθωσυνη πιστισ
22Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
23πραοτησ εγκρατεια κατα των τοιουτων ουκ εστιν νομοσ
23πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.
24οι δε του χριστου την σαρκα εσταυρωσαν συν τοισ παθημασιν και ταισ επιθυμιαισ
24Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
25ει ζωμεν πνευματι πνευματι και στοιχωμεν
25Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
26μη γινωμεθα κενοδοξοι αλληλουσ προκαλουμενοι αλληλοισ φθονουντεσ
26Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

Tip: use the ← and → keys to turn chapters.