ΠΡΟΣ ΓΑΛΑΤΑΣ
Chapter 3

ΠΡΟΣ ΓΑΛΑΤΑΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ω ανοητοι γαλαται τισ υμασ εβασκανεν τη αληθεια μη πειθεσθαι οισ κατ οφθαλμουσ ιησουσ χριστοσ προεγραφη εν υμιν εσταυρωμενοσ
1Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾿ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος;
2τουτο μονον θελω μαθειν αφ υμων εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοησ πιστεωσ
2Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾿ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;
3ουτωσ ανοητοι εστε εναρξαμενοι πνευματι νυν σαρκι επιτελεισθε
3Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;
4τοσαυτα επαθετε εικη ειγε και εικη
4Τοσαῦτα ἐπάθετε εἰκῇ; Εἴγε καὶ εἰκῇ.
5ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμεισ εν υμιν εξ εργων νομου η εξ ακοησ πιστεωσ
5Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;
6καθωσ αβρααμ επιστευσεν τω θεω και ελογισθη αυτω εισ δικαιοσυνην
6Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7γινωσκετε 1097 V-PAI-2P αρα οτι οι εκ πιστεωσ ουτοι εισιν υιοι αβρααμ
7Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ.
8προιδουσα δε η γραφη οτι εκ πιστεωσ δικαιοι τα εθνη ο θεοσ προευηγγελισατο τω αβρααμ οτι ενευλογηθησονται εν σοι παντα τα εθνη
8Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Εὐλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
9ωστε οι εκ πιστεωσ ευλογουνται συν τω πιστω αβρααμ
9Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10οσοι γαρ εξ εργων νομου εισιν υπο καταραν εισιν γεγραπται γαρ επικαταρατοσ πασ οσ ουκ εμμενει εν πασιν τοισ γεγραμμενοισ εν τω βιβλιω του νομου του ποιησαι αυτα
10Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.
11οτι δε εν νομω ουδεισ δικαιουται παρα τω θεω δηλον οτι ο δικαιοσ εκ πιστεωσ ζησεται
11Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται·
12ο δε νομοσ ουκ εστιν εκ πιστεωσ αλλ ο ποιησασ αυτα ανθρωποσ ζησεται εν αυτοισ
12ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾿ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
13χριστοσ ημασ εξηγορασεν εκ τησ καταρασ του νομου γενομενοσ υπερ ημων καταρα γεγραπται γαρ επικαταρατοσ πασ ο κρεμαμενοσ επι ξυλου
13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·
14ινα εισ τα εθνη η ευλογια του αβρααμ γενηται εν χριστω ιησου ινα την επαγγελιαν του πνευματοσ λαβωμεν δια τησ πιστεωσ
14ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15αδελφοι κατα ανθρωπον λεγω ομωσ ανθρωπου κεκυρωμενην διαθηκην ουδεισ αθετει η επιδιατασσεται
15Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
16τω δε αβρααμ ερρηθησαν αι επαγγελιαι και τω σπερματι αυτου ου λεγει και τοισ σπερμασιν ωσ επι πολλων αλλ ωσ εφ ενοσ και τω σπερματι σου οσ εστιν χριστοσ
16Τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾿ ὡς ἐφ᾿ ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.
17τουτο δε λεγω διαθηκην προκεκυρωμενην υπο του θεου εισ χριστον ο μετα ετη τετρακοσια και τριακοντα γεγονωσ νομοσ ουκ ακυροι εισ το καταργησαι την επαγγελιαν
17Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
18ει γαρ εκ νομου η κληρονομια ουκετι εξ επαγγελιασ τω δε αβρααμ δι επαγγελιασ κεχαρισται ο θεοσ
18Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾿ ἐπαγγελίας κεχάρισται ὁ Θεός.
19τι ουν ο νομοσ των παραβασεων χαριν προσετεθη αχρι ου ελθη το σπερμα ω επηγγελται διαταγεισ δι αγγελων εν χειρι μεσιτου
19Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου.
20ο δε μεσιτησ ενοσ ουκ εστιν ο δε θεοσ εισ εστιν
20Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστίν.
21ο ουν νομοσ κατα των επαγγελιων του θεου μη γενοιτο ει γαρ εδοθη νομοσ ο δυναμενοσ ζωοποιησαι οντωσ αν εκ νομου ην η δικαιοσυνη
21Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη.
22αλλα συνεκλεισεν η γραφη τα παντα υπο αμαρτιαν ινα η επαγγελια εκ πιστεωσ ιησου χριστου δοθη τοισ πιστευουσιν
22Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.
23προ του δε ελθειν την πιστιν υπο νομον εφρουρουμεθα συγκεκλεισμενοι εισ την μελλουσαν πιστιν αποκαλυφθηναι
23Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
24ωστε ο νομοσ παιδαγωγοσ ημων γεγονεν εισ χριστον ινα εκ πιστεωσ δικαιωθωμεν
24Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.
25ελθουσησ δε τησ πιστεωσ ουκετι υπο παιδαγωγον εσμεν
25Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
26παντεσ γαρ υιοι θεου εστε δια τησ πιστεωσ εν χριστω ιησου
26Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.
27οσοι γαρ εισ χριστον εβαπτισθητε χριστον ενεδυσασθε
27Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
28ουκ ενι ιουδαιοσ ουδε ελλην ουκ ενι δουλοσ ουδε ελευθεροσ ουκ ενι αρσεν και θηλυ παντεσ γαρ υμεισ εισ εστε εν χριστω ιησου
28Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ.
29ει δε υμεισ χριστου αρα του αβρααμ σπερμα εστε και κατ επαγγελιαν κληρονομοι
29Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι.

Tip: use the ← and → keys to turn chapters.