ΚΑΤΑ ΜΑΡΚΟΝ 7
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων·
1και συναγονται προσ αυτον οι φαρισαιοι και τινεσ των γραμματεων ελθοντεσ απο ιεροσολυμων
2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τοῦτ᾿ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους ἐμέμψαντο.
2και ιδοντεσ τινασ των μαθητων αυτου κοιναισ χερσιν τουτ εστιν ανιπτοισ εσθιοντασ αρτουσ εμεμψαντο
3Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·
3οι γαρ φαρισαιοι και παντεσ οι ιουδαιοι εαν μη πυγμη νιψωνται τασ χειρασ ουκ εσθιουσιν κρατουντεσ την παραδοσιν των πρεσβυτερων
4καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν.
4και απο αγορασ εαν μη βαπτισωνται ουκ εσθιουσιν και αλλα πολλα εστιν α παρελαβον κρατειν βαπτισμουσ ποτηριων και ξεστων και χαλκιων και κλινων
5Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;
5επειτα επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεισ δια τι οι μαθηται σου ου περιπατουσιν κατα την παραδοσιν των πρεσβυτερων αλλα ανιπτοισ χερσιν εσθιουσιν τον αρτον
6Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ.
6ο δε αποκριθεισ ειπεν αυτοισ οτι καλωσ προεφητευσεν ησαιασ περι υμων των υποκριτων ωσ γεγραπται ουτοσ ο λαοσ τοισ χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου
7Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
7ματην δε σεβονται με διδασκοντεσ διδασκαλιασ ενταλματα ανθρωπων
8Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
8αφεντεσ γαρ την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων βαπτισμουσ ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε
9Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
9και ελεγεν αυτοισ καλωσ αθετειτε την εντολην του θεου ινα την παραδοσιν υμων τηρησητε
10Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
10μωσησ γαρ ειπεν τιμα τον πατερα σου και την μητερα σου και ο κακολογων πατερα η μητερα θανατω τελευτατω
11ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς·
11υμεισ δε λεγετε εαν ειπη ανθρωποσ τω πατρι η τη μητρι κορβαν ο εστιν δωρον ο εαν εξ εμου ωφεληθησ
12καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,
12και ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι αυτου η τη μητρι αυτου
13ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
13ακυρουντεσ τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε και παρομοια τοιαυτα πολλα ποιειτε
14Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, Ἀκούετέ μου πάντες, καὶ συνίετε.
14και προσκαλεσαμενοσ παντα τον οχλον ελεγεν αυτοισ ακουετε μου παντεσ και συνιετε
15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ᾿ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.
15ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εισ αυτον ο δυναται αυτον κοινωσαι αλλα τα εκπορευομενα απ αυτου εκεινα εστιν τα κοινουντα τον ανθρωπον
16Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
16ει τισ εχει ωτα ακουειν ακουετω
17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς.
17και οτε εισηλθεν εισ οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου περι τησ παραβολησ
18Καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,
18και λεγει αυτοισ ουτωσ και υμεισ ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εισ τον ανθρωπον ου δυναται αυτον κοινωσαι
19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾿ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα.
19οτι ουκ εισπορευεται αυτου εισ την καρδιαν αλλ εισ την κοιλιαν και εισ τον αφεδρωνα εκπορευεται καθαριζον παντα τα βρωματα
20Ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
20ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον
21Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι,
21εσωθεν γαρ εκ τησ καρδιασ των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται μοιχειαι πορνειαι φονοι
22κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·
22κλοπαι πλεονεξιαι πονηριαι δολοσ ασελγεια οφθαλμοσ πονηροσ βλασφημια υπερηφανια αφροσυνη
23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
23παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον
24Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.
24και εκειθεν αναστασ απηλθεν εισ τα μεθορια τυρου και σιδωνοσ και εισελθων εισ οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνηθη λαθειν
25Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·
25ακουσασα γαρ γυνη περι αυτου ησ ειχεν το θυγατριον αυτησ πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προσ τουσ ποδασ αυτου
26ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συροφοίνισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
26ην δε η γυνη ελληνισ συραφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ τησ θυγατροσ αυτησ
27Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
27ο δε ιησουσ ειπεν αυτη αφεσ πρωτον χορτασθηναι τα τεκνα ου γαρ καλον εστιν λαβειν τον αρτον των τεκνων και βαλειν τοισ κυναριοισ
28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
28η δε απεκριθη και λεγει αυτω ναι κυριε και γαρ τα κυναρια υποκατω τησ τραπεζησ εσθιει απο των ψιχιων των παιδιων
29Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.
29και ειπεν αυτη δια τουτον τον λογον υπαγε εξεληλυθεν το δαιμονιον εκ τησ θυγατροσ σου
30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.
30και απελθουσα εισ τον οικον αυτησ ευρεν το δαιμονιον εξεληλυθοσ και την θυγατερα βεβλημενην επι τησ κλινησ
31Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
31και παλιν εξελθων εκ των οριων τυρου και σιδωνοσ ηλθεν προσ την θαλασσαν τησ γαλιλαιασ ανα μεσον των οριων δεκαπολεωσ
32Καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
32και φερουσιν αυτω κωφον μογγιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα
33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
33και απολαβομενοσ αυτον απο του οχλου κατ ιδιαν εβαλεν τουσ δακτυλουσ αυτου εισ τα ωτα αυτου και πτυσασ ηψατο τησ γλωσσησ αυτου
34καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξε, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστι, Διανοίχθητι.
34και αναβλεψασ εισ τον ουρανον εστεναξεν και λεγει αυτω εφφαθα ο εστιν διανοιχθητι
35Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
35και ευθεωσ διηνοιχθησαν αυτου αι ακοαι και ελυθη ο δεσμοσ τησ γλωσσησ αυτου και ελαλει ορθωσ
36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον.
36και διεστειλατο αυτοισ ινα μηδενι ειπωσιν οσον δε αυτοσ αυτοισ διεστελλετο μαλλον περισσοτερον εκηρυσσον
37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν.
37και υπερπερισσωσ εξεπλησσοντο λεγοντεσ καλωσ παντα πεποιηκεν και τουσ κωφουσ ποιει ακουειν και τουσ αλαλουσ λαλειν
Tip: use the ← and → keys to turn chapters.