ΚΑΤΑ ΜΑΡΚΟΝ 16
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
1και διαγενομενου του σαββατου μαρια η μαγδαληνη και μαρια ιακωβου και σαλωμη ηγορασαν αρωματα ινα ελθουσαι αλειψωσιν αυτον
2Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου.
2και λιαν πρωι τησ μιασ σαββατων ερχονται επι το μνημειον ανατειλαντοσ του ηλιου
3Καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;
3και ελεγον προσ εαυτασ τισ αποκυλισει ημιν τον λιθον εκ τησ θυρασ του μνημειου
4Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
4και αναβλεψασαι θεωρουσιν οτι αποκεκυλισται ο λιθοσ ην γαρ μεγασ σφοδρα
5Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν· καὶ ἐξεθαμβήθησαν.
5και εισελθουσαι εισ το μνημειον ειδον νεανισκον καθημενον εν τοισ δεξιοισ περιβεβλημενον στολην λευκην και εξεθαμβηθησαν
6Ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
6ο δε λεγει αυταισ μη εκθαμβεισθε ιησουν ζητειτε τον ναζαρηνον τον εσταυρωμενον ηγερθη ουκ εστιν ωδε ιδε ο τοποσ οπου εθηκαν αυτον
7Ἀλλ᾿ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
7αλλ υπαγετε ειπατε τοισ μαθηταισ αυτου και τω πετρω οτι προαγει υμασ εισ την γαλιλαιαν εκει αυτον οψεσθε καθωσ ειπεν υμιν
8Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.
8και εξελθουσαι εφυγον απο του μνημειου ειχεν δε αυτασ τρομοσ και εκστασισ και ουδενι ουδεν ειπον εφοβουντο γαρ
9Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
9αναστασ δε πρωι πρωτη σαββατου εφανη πρωτον μαρια τη μαγδαληνη αφ ησ εκβεβληκει επτα δαιμονια
10Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι.
10εκεινη πορευθεισα απηγγειλεν τοισ μετ αυτου γενομενοισ πενθουσιν και κλαιουσιν
11Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς ἠπίστησαν.
11κακεινοι ακουσαντεσ οτι ζη και εθεαθη υπ αυτησ ηπιστησαν
12Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν.
12μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερωθη εν ετερα μορφη πορευομενοισ εισ αγρον
13Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
13κακεινοι απελθοντεσ απηγγειλαν τοισ λοιποισ ουδε εκεινοισ επιστευσαν
14Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.
14υστερον ανακειμενοισ αυτοισ τοισ ενδεκα εφανερωθη και ωνειδισεν την απιστιαν αυτων και σκληροκαρδιαν οτι τοισ θεασαμενοισ αυτον εγηγερμενον ουκ επιστευσαν
15Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.
15και ειπεν αυτοισ πορευθεντεσ εισ τον κοσμον απαντα κηρυξατε το ευαγγελιον παση τη κτισει
16Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
16ο πιστευσασ και βαπτισθεισ σωθησεται ο δε απιστησασ κατακριθησεται
17Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς·
17σημεια δε τοισ πιστευσασιν ταυτα παρακολουθησει εν τω ονοματι μου δαιμονια εκβαλουσιν γλωσσαισ λαλησουσιν καιναισ
18ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.
18οφεισ αρουσιν καν θανασιμον τι πιωσιν ου μη αυτουσ βλαψη επι αρρωστουσ χειρασ επιθησουσιν και καλωσ εξουσιν
19Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ.
19ο μεν ουν κυριοσ μετα το λαλησαι αυτοισ ανεληφθη εισ τον ουρανον και εκαθισεν εκ δεξιων του θεου
20Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
20εκεινοι δε εξελθοντεσ εκηρυξαν πανταχου του κυριου συνεργουντοσ και τον λογον βεβαιουντοσ δια των επακολουθουντων σημειων αμην
Tip: use the ← and → keys to turn chapters.