ΚΑΤΑ ΜΑΡΚΟΝ 2
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ πάλιν εἰσῆλθεν εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν· καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι.
1και εισηλθεν παλιν εισ καπερναουμ δι ημερων και ηκουσθη οτι εισ οικον εστιν
2Καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
2και ευθεωσ συνηχθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προσ την θυραν και ελαλει αυτοισ τον λογον
3Καὶ ἔρχονται πρὸς αὐτόν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων.
3και ερχονται προσ αυτον παραλυτικον φεροντεσ αιρομενον υπο τεσσαρων
4Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
4και μη δυναμενοι προσεγγισαι αυτω δια τον οχλον απεστεγασαν την στεγην οπου ην και εξορυξαντεσ χαλωσιν τον κραββατον εφ ω ο παραλυτικοσ κατεκειτο
5Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
5ιδων δε ο ιησουσ την πιστιν αυτων λεγει τω παραλυτικω τεκνον αφεωνται σοι αι αμαρτιαι σου
6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
6ησαν δε τινεσ των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταισ καρδιαισ αυτων
7Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός;
7τι ουτοσ ουτωσ λαλει βλασφημιασ τισ δυναται αφιεναι αμαρτιασ ει μη εισ ο θεοσ
8Καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτω διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
8και ευθεωσ επιγνουσ ο ιησουσ τω πνευματι αυτου οτι ουτωσ αυτοι διαλογιζονται εν εαυτοισ ειπεν αυτοισ τι ταυτα διαλογιζεσθε εν ταισ καρδιαισ υμων
9Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι, καὶ ἆρόν σου τὸν κράββατον, καὶ περιπάτει;
9τι εστιν ευκοπωτερον ειπειν τω παραλυτικω αφεωνται σου αι αμαρτιαι η ειπειν εγειραι και αρον σου τον κραββατον και περιπατει
10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας — λέγει τῷ παραλυτικῷ —
10ινα δε ειδητε οτι εξουσιαν εχει ο υιοσ του ανθρωπου αφιεναι επι τησ γησ αμαρτιασ λεγει τω παραλυτικω
11Σοὶ λέγω, ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
11σοι λεγω εγειραι και αρον τον κραββατον σου και υπαγε εισ τον οικον σου
12Καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι Οὐδέποτε οὕτως εἴδομεν.
12και ηγερθη ευθεωσ και αρασ τον κραββατον εξηλθεν εναντιον παντων ωστε εξιστασθαι παντασ και δοξαζειν τον θεον λεγοντασ οτι ουδεποτε ουτωσ ειδομεν
13Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
13και εξηλθεν παλιν παρα την θαλασσαν και πασ ο οχλοσ ηρχετο προσ αυτον και εδιδασκεν αυτουσ
14Καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
14και παραγων ειδεν λευι τον του αλφαιου καθημενον επι το τελωνιον και λεγει αυτω ακολουθει μοι και αναστασ ηκολουθησεν αυτω
15Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ.
15και εγενετο εν τω κατακεισθαι αυτον εν τη οικια αυτου και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοισ μαθηταισ αυτου ησαν γαρ πολλοι και ηκολουθησαν αυτω
16Καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
16και οι γραμματεισ και οι φαρισαιοι ιδοντεσ αυτον εσθιοντα μετα των τελωνων και αμαρτωλων ελεγον τοισ μαθηταισ αυτου τι οτι μετα των τελωνων και αμαρτωλων εσθιει και πινει
17Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
17και ακουσασ ο ιησουσ λεγει αυτοισ ου χρειαν εχουσιν οι ισχυοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ ουκ ηλθον καλεσαι δικαιουσ αλλα αμαρτωλουσ εισ μετανοιαν
18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
18και ησαν οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευοντεσ και ερχονται και λεγουσιν αυτω δια τι οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευουσιν οι δε σοι μαθηται ου νηστευουσιν
19Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστι, νηστεύειν; Ὅσον χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν·
19και ειπεν αυτοισ ο ιησουσ μη δυνανται οι υιοι του νυμφωνοσ εν ω ο νυμφιοσ μετ αυτων εστιν νηστευειν οσον χρονον μεθ εαυτων εχουσιν τον νυμφιον ου δυνανται νηστευειν
20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
20ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιοσ και τοτε νηστευσουσιν εν εκειναισ ταισ ημεραισ
21Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
21και ουδεισ επιβλημα ρακουσ αγναφου επιρραπτει επι ιματιω παλαιω ει δε μη αιρει το πληρωμα αυτου το καινον του παλαιου και χειρον σχισμα γινεται
22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
22και ουδεισ βαλλει οινον νεον εισ ασκουσ παλαιουσ ει δε μη ρησσει ο οινοσ ο νεοσ τουσ ασκουσ και ο οινοσ εκχειται και οι ασκοι απολουνται αλλα οινον νεον εισ ασκουσ καινουσ βλητεον
23Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
23και εγενετο παραπορευεσθαι αυτον εν τοισ σαββασιν δια των σποριμων και ηρξαντο οι μαθηται αυτου οδον ποιειν τιλλοντεσ τουσ σταχυασ
24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;
24και οι φαρισαιοι ελεγον αυτω ιδε τι ποιουσιν εν τοισ σαββασιν ο ουκ εξεστιν
25Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαβίδ, ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ;
25και αυτοσ ελεγεν αυτοισ ουδεποτε ανεγνωτε τι εποιησεν δαυιδ οτε χρειαν εσχεν και επεινασεν αυτοσ και οι μετ αυτου
26Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι;
26πωσ εισηλθεν εισ τον οικον του θεου επι αβιαθαρ αρχιερεωσ και τουσ αρτουσ τησ προθεσεωσ εφαγεν ουσ ουκ εξεστιν φαγειν ει μη τοισ ιερευσιν και εδωκεν και τοισ συν αυτω ουσιν
27Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
27και ελεγεν αυτοισ το σαββατον δια τον ανθρωπον εγενετο ουχ ο ανθρωποσ δια το σαββατον
28ὥστε Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
28ωστε κυριοσ εστιν ο υιοσ του ανθρωπου και του σαββατου
Tip: use the ← and → keys to turn chapters.