ΚΑΤΑ ΜΑΡΚΟΝ 4
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και παλιν ηρξατο διδασκειν παρα την θαλασσαν και συνηχθη προσ αυτον οχλοσ πολυσ ωστε αυτον εμβαντα εισ το πλοιον καθησθαι εν τη θαλασση και πασ ο οχλοσ προσ την θαλασσαν επι τησ γησ ην
1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν.
2και εδιδασκεν αυτουσ εν παραβολαισ πολλα και ελεγεν αυτοισ εν τη διδαχη αυτου
2Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
3ακουετε ιδου εξηλθεν ο σπειρων του σπειραι
3Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
4και εγενετο εν τω σπειρειν ο μεν επεσεν παρα την οδον και ηλθεν τα πετεινα και κατεφαγεν αυτο
4Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό.
5αλλο δε επεσεν επι το πετρωδεσ οπου ουκ ειχεν γην πολλην και ευθεωσ εξανετειλεν δια το μη εχειν βαθοσ γησ
5Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6ηλιου δε ανατειλαντοσ εκαυματισθη και δια το μη εχειν ριζαν εξηρανθη
6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7και αλλο επεσεν εισ τασ ακανθασ και ανεβησαν αι ακανθαι και συνεπνιξαν αυτο και καρπον ουκ εδωκεν
7Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε.
8και αλλο επεσεν εισ την γην την καλην και εδιδου καρπον αναβαινοντα και αυξανοντα και εφερεν εν τριακοντα και εν εξηκοντα και εν εκατον
8Καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
9και ελεγεν ο εχων ωτα ακουειν ακουετω
9Καὶ ἔλεγεν αὐτοῖς, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
10οτε δε εγενετο καταμονασ ηρωτησαν αυτον οι περι αυτον συν τοισ δωδεκα την παραβολην
10Ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν.
11και ελεγεν αυτοισ υμιν δεδοται γνωναι το μυστηριον τησ βασιλειασ του θεου εκεινοισ δε τοισ εξω εν παραβολαισ τα παντα γινεται
11Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται·
12ινα βλεποντεσ βλεπωσιν και μη ιδωσιν και ακουοντεσ ακουωσιν και μη συνιωσιν μηποτε επιστρεψωσιν και αφεθη αυτοισ τα αμαρτηματα
12ἵνα βλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι· καὶ ἀκούοντες ἀκούωσι, καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.
13και λεγει αυτοισ ουκ οιδατε την παραβολην ταυτην και πωσ πασασ τασ παραβολασ γνωσεσθε
13Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
14ο σπειρων τον λογον σπειρει
14Ὁ σπείρων τὸν λόγον σπείρει.
15ουτοι δε εισιν οι παρα την οδον οπου σπειρεται ο λογοσ και οταν ακουσωσιν ευθεωσ ερχεται ο σατανασ και αιρει τον λογον τον εσπαρμενον εν ταισ καρδιαισ αυτων
15Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.
16και ουτοι εισιν ομοιωσ οι επι τα πετρωδη σπειρομενοι οι οταν ακουσωσιν τον λογον ευθεωσ μετα χαρασ λαμβανουσιν αυτον
16Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσι τὸν λόγον, εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
17και ουκ εχουσιν ριζαν εν εαυτοισ αλλα προσκαιροι εισιν ειτα γενομενησ θλιψεωσ η διωγμου δια τον λογον ευθεωσ σκανδαλιζονται
17καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται.
18και ουτοι εισιν οι εισ τασ ακανθασ σπειρομενοι οι τον λογον ακουοντεσ
18Καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούοντες,
19και αι μεριμναι του αιωνοσ τουτου και η απατη του πλουτου και αι περι τα λοιπα επιθυμιαι εισπορευομεναι συμπνιγουσιν τον λογον και ακαρποσ γινεται
19καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
20και ουτοι εισιν οι επι την γην την καλην σπαρεντεσ οιτινεσ ακουουσιν τον λογον και παραδεχονται και καρποφορουσιν εν τριακοντα και εν εξηκοντα και εν εκατον
20Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
21και ελεγεν αυτοισ μητι ο λυχνοσ ερχεται ινα υπο τον μοδιον τεθη η υπο την κλινην ουχ ινα επι την λυχνιαν επιτεθη
21Καὶ ἔλεγεν αὐτοῖς, Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;
22ου γαρ εστιν τι κρυπτον ο εαν μη φανερωθη ουδε εγενετο αποκρυφον αλλ ινα εισ φανερον ελθη
22Οὐ γάρ ἐστί τι κρυπτόν, ὃ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾿ ἵνα εἰς φανερὸν ἔλθῃ.
23ει τισ εχει ωτα ακουειν ακουετω
23Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
24και ελεγεν αυτοισ βλεπετε τι ακουετε εν ω μετρω μετρειτε μετρηθησεται υμιν και προστεθησεται υμιν τοισ ακουουσιν
24Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.
25οσ γαρ αν εχη δοθησεται αυτω και οσ ουκ εχει και ο εχει αρθησεται απ αυτου
25Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.
26και ελεγεν ουτωσ εστιν η βασιλεια του θεου ωσ εαν ανθρωποσ βαλη τον σπορον επι τησ γησ
26Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
27και καθευδη και εγειρηται νυκτα και ημεραν και ο σποροσ βλαστανη και μηκυνηται ωσ ουκ οιδεν αυτοσ
27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
28αυτοματη γαρ η γη καρποφορει πρωτον χορτον ειτα σταχυν ειτα πληρη σιτον εν τω σταχυι
28Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ.
29οταν δε παραδω ο καρποσ ευθεωσ αποστελλει το δρεπανον οτι παρεστηκεν ο θερισμοσ
29Ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30και ελεγεν τινι ομοιωσωμεν την βασιλειαν του θεου η εν ποια παραβολη παραβαλωμεν αυτην
30Καὶ ἔλεγε, Τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; Ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν;
31ωσ κοκκον σιναπεωσ οσ οταν σπαρη επι τησ γησ μικροτεροσ παντων των σπερματων εστιν των επι τησ γησ
31Ὡς κόκκῳ σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·
32και οταν σπαρη αναβαινει και γινεται παντων των λαχανων μειζων και ποιει κλαδουσ μεγαλουσ ωστε δυνασθαι υπο την σκιαν αυτου τα πετεινα του ουρανου κατασκηνουν
32καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
33και τοιαυταισ παραβολαισ πολλαισ ελαλει αυτοισ τον λογον καθωσ εδυναντο ακουειν
33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
34χωρισ δε παραβολησ ουκ ελαλει αυτοισ κατ ιδιαν δε τοισ μαθηταισ αυτου επελυεν παντα
34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾿ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.
35και λεγει αυτοισ εν εκεινη τη ημερα οψιασ γενομενησ διελθωμεν εισ το περαν
35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν.
36και αφεντεσ τον οχλον παραλαμβανουσιν αυτον ωσ ην εν τω πλοιω και αλλα δε πλοιαρια ην μετ αυτου
36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾿ αὐτοῦ.
37και γινεται λαιλαψ ανεμου μεγαλη τα δε κυματα επεβαλλεν εισ το πλοιον ωστε αυτο ηδη γεμιζεσθαι
37Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη· τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.
38και ην αυτοσ επι τη πρυμνη επι το προσκεφαλαιον καθευδων και διεγειρουσιν αυτον και λεγουσιν αυτω διδασκαλε ου μελει σοι οτι απολλυμεθα
38Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
39και διεγερθεισ επετιμησεν τω ανεμω και ειπεν τη θαλασση σιωπα πεφιμωσο και εκοπασεν ο ανεμοσ και εγενετο γαληνη μεγαλη
39Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
40και ειπεν αυτοισ τι δειλοι εστε ουτωσ πωσ ουκ εχετε πιστιν
40Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε οὕτω; Πῶς οὐκ ἔχετε πίστιν;
41και εφοβηθησαν φοβον μεγαν και ελεγον προσ αλληλουσ τισ αρα ουτοσ εστιν οτι και ο ανεμοσ και η θαλασσα υπακουουσιν αυτω
41Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
Tip: use the ← and → keys to turn chapters.