ΚΑΤΑ ΜΑΡΚΟΝ 13
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι
1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2και ο ιησουσ αποκριθεισ ειπεν αυτω βλεπεισ ταυτασ τασ μεγαλασ οικοδομασ ου μη αφεθη λιθοσ επι λιθω οσ ου μη καταλυθη
2Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῳ, ὃς οὐ μὴ καταλυθῇ.
3και καθημενου αυτου εισ το οροσ των ελαιων κατεναντι του ιερου επηρωτων αυτον κατ ιδιαν πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ
3Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας,
4ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη παντα ταυτα συντελεισθαι
4Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;
5ο δε ιησουσ αποκριθεισ αυτοισ ηρξατο λεγειν βλεπετε μη τισ υμασ πλανηση
5Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ οτι εγω ειμι και πολλουσ πλανησουσιν
6Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν.
7οταν δε ακουσητε πολεμουσ και ακοασ πολεμων μη θροεισθε δει γαρ γενεσθαι αλλ ουπω το τελοσ
7Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος.
8εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν και εσονται σεισμοι κατα τοπουσ και εσονται λιμοι και ταραχαι αρχαι ωδινων ταυτα
8Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί· ἀρχαὶ ὠδίνων ταῦτα.
9βλεπετε δε υμεισ εαυτουσ παραδωσουσιν γαρ υμασ εισ συνεδρια και εισ συναγωγασ δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εισ μαρτυριον αυτοισ
9Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.
10και εισ παντα τα εθνη δει πρωτον κηρυχθηναι το ευαγγελιον
10Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
11οταν δε αγαγωσιν υμασ παραδιδοντεσ μη προμεριμνατε τι λαλησητε μηδε μελετατε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εστε υμεισ οι λαλουντεσ αλλα το πνευμα το αγιον
11Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
12παραδωσει δε αδελφοσ αδελφον εισ θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεισ και θανατωσουσιν αυτουσ
12Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.
13και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται
13Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14οταν δε ιδητε το βδελυγμα τησ ερημωσεωσ το ρηθεν υπο δανιηλ του προφητου εστωσ οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη
14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ — ὁ ἀναγινώσκων νοείτω — τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·
15ο δε επι του δωματοσ μη καταβατω εισ την οικιαν μηδε εισελθετω αραι τι εκ τησ οικιασ αυτου
15ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ·
16και ο εισ τον αγρον ων μη επιστρεψατω εισ τα οπισω αραι το ιματιον αυτου
16καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ
17Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνοσ
18Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος.
19εσονται γαρ αι ημεραι εκειναι θλιψισ οια ου γεγονεν τοιαυτη απ αρχησ κτισεωσ ησ εκτισεν ο θεοσ εωσ του νυν και ου μη γενηται
19Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται.
20και ει μη κυριοσ εκολοβωσεν τασ ημερασ ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτουσ ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ
20Καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας.
21τοτε εαν τισ υμιν ειπη ιδου ωδε ο χριστοσ η ιδου εκει μη πιστευετε
21Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ Χριστός, ἢ Ἰδού, ἐκεῖ, μὴ πιστεύσητε.
22εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προσ το αποπλαναν ει δυνατον και τουσ εκλεκτουσ
22Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
23υμεισ δε βλεπετε ιδου προειρηκα υμιν παντα
23Ὑμεῖς δὲ βλέπετε· ἰδού, προείρηκα ὑμῖν πάντα.
24αλλ εν εκειναισ ταισ ημεραισ μετα την θλιψιν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ
24Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25και οι αστερεσ του ουρανου εσονται εκπιπτοντεσ και αι δυναμεισ αι εν τοισ ουρανοισ σαλευθησονται
25καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαισ μετα δυναμεωσ πολλησ και δοξησ
26Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27και τοτε αποστελει τουσ αγγελουσ αυτου και επισυναξει τουσ εκλεκτουσ αυτου εκ των τεσσαρων ανεμων απ ακρου γησ εωσ ακρου ουρανου
27Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28απο δε τησ συκησ μαθετε την παραβολην οταν αυτησ ηδη ο κλαδοσ απαλοσ γενηται και εκφυη τα φυλλα γινωσκετε οτι εγγυσ το θεροσ εστιν
28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
29ουτωσ και υμεισ οταν ταυτα ιδητε γινομενα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ
29οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρι ου παντα ταυτα γενηται
30Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ πάντα ταῦτα γένηται.
31ο ουρανοσ και η γη παρελευσεται οι δε λογοι μου ου μη παρελθωσιν
31Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
32περι δε τησ ημερασ εκεινησ η ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι οι εν ουρανω ουδε ο υιοσ ει μη ο πατηρ
32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
33βλεπετε αγρυπνειτε και προσευχεσθε ουκ οιδατε γαρ ποτε ο καιροσ εστιν
33Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34ωσ ανθρωποσ αποδημοσ αφεισ την οικιαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν και εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη
34Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριοσ τησ οικιασ ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιασ η πρωι
35Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ·
36μη ελθων εξαιφνησ ευρη υμασ καθευδοντασ
36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37α δε υμιν λεγω πασιν λεγω γρηγορειτε
37Ἃ δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.
Tip: use the ← and → keys to turn chapters.