ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου
1Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.
2και α ηκουσασ παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοισ ανθρωποισ οιτινεσ ικανοι εσονται και ετερουσ διδαξαι
2Καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
3συ ουν κακοπαθησον ωσ καλοσ στρατιωτησ ιησου χριστου
3Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.
4ουδεισ στρατευομενοσ εμπλεκεται ταισ του βιου πραγματειαισ ινα τω στρατολογησαντι αρεση
4Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
5εαν δε και αθλη τισ ου στεφανουται εαν μη νομιμωσ αθληση
5Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.
6τον κοπιωντα γεωργον δει πρωτον 4412 ADV-S των καρπων μεταλαμβανειν
6Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
7νοει α λεγω δωη γαρ σοι ο κυριοσ συνεσιν εν πασιν
7Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.
8μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματοσ δαυιδ κατα το ευαγγελιον μου
8Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβίδ, κατὰ τὸ εὐαγγέλιόν μου·
9εν ω κακοπαθω μεχρι δεσμων ωσ κακουργοσ αλλ ο λογοσ του θεου ου δεδεται
9ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.
10δια τουτο παντα υπομενω δια τουσ εκλεκτουσ ινα και αυτοι σωτηριασ τυχωσιν τησ εν χριστω ιησου μετα δοξησ αιωνιου
10Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.
11πιστοσ ο λογοσ ει γαρ συναπεθανομεν και συζησομεν
11Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
12ει υπομενομεν και συμβασιλευσομεν ει αρνουμεθα κακεινοσ αρνησεται ημασ
12εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
13ει απιστουμεν εκεινοσ πιστοσ μενει αρνησασθαι εαυτον ου δυναται
13εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
14ταυτα υπομιμνησκε διαμαρτυρομενοσ ενωπιον του κυριου μη λογομαχειν εισ ουδεν χρησιμον επι καταστροφη των ακουοντων
14Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
15σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον τησ αληθειασ
15Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
16τασ δε βεβηλουσ κενοφωνιασ περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειασ
16Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
17και ο λογοσ αυτων ωσ γαγγραινα νομην εξει ων εστιν υμεναιοσ και φιλητοσ
17καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστὶν Ὑμέναιος καὶ Φιλητός·
18οιτινεσ περι την αληθειαν ηστοχησαν λεγοντεσ την αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν
18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν.
19ο μεντοι στερεοσ θεμελιοσ του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριοσ τουσ οντασ αυτου και αποστητω απο αδικιασ πασ ο ονομαζων το ονομα κυριου
19Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Χριστοῦ.
20εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εισ τιμην α δε εισ ατιμιαν
20Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν.
21εαν ουν τισ εκκαθαρη εαυτον απο τουτων εσται σκευοσ εισ τιμην ηγιασμενον και ευχρηστον τω δεσποτη εισ παν εργον αγαθον ητοιμασμενον
21Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
22τασ δε νεωτερικασ επιθυμιασ φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρασ καρδιασ
22Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας.
23τασ δε μωρασ και απαιδευτουσ ζητησεισ παραιτου ειδωσ οτι γεννωσιν μαχασ
23Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας.
24δουλον δε κυριου ου δει μαχεσθαι αλλ ηπιον ειναι προσ παντασ διδακτικον ανεξικακον
24Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾿ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
25εν πραοτητι παιδευοντα τουσ αντιδιατιθεμενουσ μηποτε δω αυτοισ ο θεοσ μετανοιαν εισ επιγνωσιν αληθειασ
25ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
26και ανανηψωσιν εκ τησ του διαβολου παγιδοσ εζωγρημενοι υπ αυτου εισ το εκεινου θελημα
26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾿ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
Tip: use the ← and → keys to turn chapters.