ΠΕΤΡΟΥ Α΄ 3
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ομοιωσ αι γυναικεσ υποτασσομεναι τοισ ιδιοισ ανδρασιν ινα και ει τινεσ απειθουσιν τω λογω δια τησ των γυναικων αναστροφησ ανευ λογου κερδηθησονται
1Ὁμοίως, αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται,
2εποπτευσαντεσ την εν φοβω αγνην αναστροφην υμων
2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
3ων εστω ουχ ο εξωθεν εμπλοκησ τριχων και περιθεσεωσ χρυσιων η ενδυσεωσ ιματιων κοσμοσ
3Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος·
4αλλ ο κρυπτοσ τησ καρδιασ ανθρωποσ εν τω αφθαρτω του πραεοσ και ησυχιου πνευματοσ ο εστιν ενωπιον του θεου πολυτελεσ
4ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές.
5ουτωσ γαρ ποτε και αι αγιαι γυναικεσ αι ελπιζουσαι επι θεον εκοσμουν εαυτασ υποτασσομεναι τοισ ιδιοισ ανδρασιν
5Οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν·
6ωσ σαρρα υπηκουσεν τω αβρααμ κυριον αυτον καλουσα ησ εγενηθητε τεκνα αγαθοποιουσαι και μη φοβουμεναι μηδεμιαν πτοησιν
6ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7οι ανδρεσ ομοιωσ συνοικουντεσ κατα γνωσιν ωσ ασθενεστερω σκευει τω γυναικειω απονεμοντεσ τιμην ωσ και συγκληρονομοι χαριτοσ ζωησ εισ το μη εγκοπτεσθαι τασ προσευχασ υμων
7Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
8το δε τελοσ παντεσ ομοφρονεσ συμπαθεισ φιλαδελφοι ευσπλαγχνοι φιλοφρονεσ
8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες·
9μη αποδιδοντεσ κακον αντι κακου η λοιδοριαν αντι λοιδοριασ τουναντιον δε ευλογουντεσ ειδοτεσ οτι εισ τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε
9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
10ο γαρ θελων ζωην αγαπαν και ιδειν ημερασ αγαθασ παυσατω την γλωσσαν αυτου απο κακου και χειλη αυτου του μη λαλησαι δολον
10Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν, καὶ ἰδεῖν ἡμέρας ἀγαθάς, παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον·
11εκκλινατω απο κακου και ποιησατω αγαθον ζητησατω ειρηνην και διωξατω αυτην
11ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν.
12οτι οφθαλμοι κυριου επι δικαιουσ και ωτα αυτου εισ δεησιν αυτων προσωπον δε κυριου επι ποιουντασ κακα
12Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
13και τισ ο κακωσων υμασ εαν του αγαθου μιμηται γενησθε
13Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε;
14αλλ ει και πασχοιτε δια δικαιοσυνην μακαριοι τον δε φοβον αυτων μη φοβηθητε μηδε ταραχθητε
14Ἀλλ᾿ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε·
15κυριον δε τον θεον αγιασατε εν ταισ καρδιαισ υμων ετοιμοι δε αει προσ απολογιαν παντι τω αιτουντι υμασ λογον περι τησ εν υμιν ελπιδοσ μετα πραυτητοσ και φοβου
15Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πρᾳΰτητος καὶ φόβου·
16συνειδησιν εχοντεσ αγαθην ινα εν ω καταλαλουσιν υμων ωσ κακοποιων καταισχυνθωσιν οι επηρεαζοντεσ υμων την αγαθην εν χριστω αναστροφην
16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
17κρειττον γαρ αγαθοποιουντασ ει θελοι το θελημα του θεου πασχειν η κακοποιουντασ
17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλει τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας.
18οτι και χριστοσ απαξ περι αμαρτιων επαθεν δικαιοσ υπερ αδικων ινα υμασ προσαγαγη τω θεω θανατωθεισ μεν σαρκι ζωοποιηθεισ δε πνευματι
18Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ τῷ πνεύματι,
19εν ω και τοισ εν φυλακη πνευμασιν πορευθεισ εκηρυξεν
19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,
20απειθησασιν ποτε οτε απεξεδεχετο η του θεου μακροθυμια εν ημεραισ νωε κατασκευαζομενησ κιβωτου εισ ην ολιγαι τουτ εστιν οκτω ψυχαι διεσωθησαν δι υδατοσ
20ἀπειθήσασί ποτε, ὅτε ἅπαξ ἐξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ᾿ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾿ ὕδατος·
21ο αντιτυπον νυν και ημασ σωζει βαπτισμα ου σαρκοσ αποθεσισ ρυπου αλλα συνειδησεωσ αγαθησ επερωτημα εισ θεον δι αναστασεωσ ιησου χριστου
21ᾧ καὶ ἡμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
22οσ εστιν εν δεξια του θεου πορευθεισ εισ ουρανον υποταγεντων αυτω αγγελων και εξουσιων και δυναμεων
22ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
Tip: use the ← and → keys to turn chapters.