ΠΕΤΡΟΥ Α΄ 2
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1αποθεμενοι ουν πασαν κακιαν και παντα δολον και υποκρισεισ και φθονουσ και πασασ καταλαλιασ
1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
2ωσ αρτιγεννητα βρεφη το λογικον αδολον γαλα επιποθησατε ινα εν αυτω αυξηθητε
2ὡς ἀρτιγέννητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε,
3ειπερ εγευσασθε οτι χρηστοσ ο κυριοσ
3εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος·
4προσ ον προσερχομενοι λιθον ζωντα υπο ανθρωπων μεν αποδεδοκιμασμενον παρα δε θεω εκλεκτον εντιμον
4πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον,
5και αυτοι ωσ λιθοι ζωντεσ οικοδομεισθε οικοσ πνευματικοσ ιερατευμα αγιον ανενεγκαι πνευματικασ θυσιασ ευπροσδεκτουσ τω θεω δια ιησου χριστου
5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
6διοτι περιεχει εν τη γραφη ιδου τιθημι εν σιων λιθον ακρογωνιαιον εκλεκτον εντιμον και ο πιστευων επ αυτω ου μη καταισχυνθη
6Διὸ καὶ περιέχει ἐν τῇ γραφῇ, Ἰδού, τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
7υμιν ουν η τιμη τοισ πιστευουσιν απειθουσιν δε λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ
7Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ἀπειθοῦσι δέ, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,
8και λιθοσ προσκομματοσ και πετρα σκανδαλου οι προσκοπτουσιν τω λογω απειθουντεσ εισ ο και ετεθησαν
8καί, Λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.
9υμεισ δε γενοσ εκλεκτον βασιλειον ιερατευμα εθνοσ αγιον λαοσ εισ περιποιησιν οπωσ τασ αρετασ εξαγγειλητε του εκ σκοτουσ υμασ καλεσαντοσ εισ το θαυμαστον αυτου φωσ
9Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
10οι ποτε ου λαοσ νυν δε λαοσ θεου οι ουκ ηλεημενοι νυν δε ελεηθεντεσ
10οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
11αγαπητοι παρακαλω ωσ παροικουσ και παρεπιδημουσ απεχεσθαι των σαρκικων επιθυμιων αιτινεσ στρατευονται κατα τησ ψυχησ
11Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς·
12την αναστροφην υμων εχοντεσ καλην εν τοισ εθνεσιν ινα εν ω καταλαλουσιν υμων ωσ κακοποιων εκ των καλων εργων εποπτευσαντεσ δοξασωσιν τον θεον εν ημερα επισκοπησ
12τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων, ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
13υποταγητε ουν παση ανθρωπινη κτισει δια τον κυριον ειτε βασιλει ωσ υπερεχοντι
13Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον· εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι·
14ειτε ηγεμοσιν ωσ δι αυτου πεμπομενοισ εισ εκδικησιν κακοποιων επαινον δε αγαθοποιων
14εἴτε ἡγεμόσιν, ὡς δι᾿ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν.
15οτι ουτωσ εστιν το θελημα του θεου αγαθοποιουντασ φιμουν την των αφρονων ανθρωπων αγνωσιαν
15Ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
16ωσ ελευθεροι και μη ωσ επικαλυμμα εχοντεσ τησ κακιασ την ελευθεριαν αλλ ωσ δουλοι θεου
16ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾿ ὡς δοῦλοι Θεοῦ.
17παντασ τιμησατε την αδελφοτητα αγαπησατε τον θεον φοβεισθε τον βασιλεα τιματε
17Πάντας τιμήσατε. Τὴν ἀδελφότητα ἀγαπᾶτε. Τὸν Θεὸν φοβεῖσθε. Τὸν βασιλέα τιμᾶτε.
18οι οικεται υποτασσομενοι εν παντι φοβω τοισ δεσποταισ ου μονον τοισ αγαθοισ και επιεικεσιν αλλα και τοισ σκολιοισ
18Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
19τουτο γαρ χαρισ ει δια συνειδησιν θεου υποφερει τισ λυπασ πασχων αδικωσ
19Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.
20ποιον γαρ κλεοσ ει αμαρτανοντεσ και κολαφιζομενοι υπομενειτε αλλ ει αγαθοποιουντεσ και πασχοντεσ υπομενειτε τουτο χαρισ παρα θεω
20Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ᾿ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ.
21εισ τουτο γαρ εκληθητε οτι και χριστοσ επαθεν υπερ ημων υμιν υπολιμπανων υπογραμμον ινα επακολουθησητε τοισ ιχνεσιν αυτου
21Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
22οσ αμαρτιαν ουκ εποιησεν ουδε ευρεθη δολοσ εν τω στοματι αυτου
22ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·
23οσ λοιδορουμενοσ ουκ αντελοιδορει πασχων ουκ ηπειλει παρεδιδου δε τω κρινοντι δικαιωσ
23ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
24οσ τασ αμαρτιασ ημων αυτοσ ανηνεγκεν εν τω σωματι αυτου επι το ξυλον ινα ταισ αμαρτιαισ απογενομενοι τη δικαιοσυνη ζησωμεν ου τω μωλωπι αυτου ιαθητε
24ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα, ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε.
25ητε γαρ ωσ προβατα πλανωμενα αλλ επεστραφητε νυν επι τον ποιμενα και επισκοπον των ψυχων υμων
25Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα· ἀλλ᾿ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
Tip: use the ← and → keys to turn chapters.