ΨΑΛΜΟΙ
Chapter 141
Septuagint (Greek Old Te…
vs Douay-Rheims Bible…
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 141

Septuagint (Greek Old Testament), second edition
Douay-Rheims Bible, American Edition (1899)
1Συνέσεως τῷ Δαυΐδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή.
1Of understanding for David. A prayer when he was in the cave. [1 Kings 24]
2ΦΩΝ… μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
2I cried to the Lord with my voice: with my voice I made supplication to the Lord.
3ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
3In his sight I pour out my prayer, and before him I declare my trouble:
4ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
4When my spirit failed me, then thou newest my paths.
5κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
5I looked on my right hand, and beheld, and there was no one that would know me. Flight hath failed me: and there is no one that hath regard to my soul.
6ἐκέκραξα πρὸς σέ, Κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
6I cried to thee, O Lord: I said: Thou art my hope, my portion in the land of the living.
7πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ρῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
7Attend to my supplication: for I am brought very low. Deliver me from my persecutors; for they are stronger than I.
8ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
8Bring my soul out of prison, that I may praise thy name: the just wait for me, until thou reward me.

Tip: use the ← and → keys to turn chapters.