ΠΑΡΟΙΜΙΑΙ
Chapter 12
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΟΙΜΙΑΙ 12

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν· ὁ δὲ μισῶν ἐλέγχους, ἄφρων.
1喜爱管教的,就是喜爱知识; 恨恶责备的,却是畜类。
2Κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
2善人必蒙耶和华的恩惠; 设诡计的人,耶和华必定他的罪。
3Οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
3人靠恶行不能坚立; 义人的根必不动摇。
4Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός.
4才德的妇人是丈夫的冠冕; 贻羞的妇人如同朽烂在她丈夫的骨中。
5Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους.
5义人的思念是公平; 恶人的计谋是诡诈。
6Λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.
6恶人的言论是埋伏流人的血; 正直人的口必拯救人。
7Οὗ ἐὰν στραφῇ ὁ ἀσεβὴς, ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσι·
7恶人倾覆,归于无有; 义人的家必站得住。
8Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρὸς, νωθροκάρδιος δὲ μυκτηρίζεται.
8人必按自己的智慧被称赞; 心中乖谬的,必被藐视。
9Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
9被人轻贱,却有仆人, 强如自尊,缺少食物。
10Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
10义人顾惜他牲畜的命; 恶人的怜悯也是残忍。
11Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν· ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.
11耕种自己田地的,必得饱食; 追随虚浮的,却是无知。
12Ἐπιθυμίαι ἀσεβῶν κακαὶ, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασι.
12恶人想得坏人的网罗; 义人的根得以结实。
13Διʼ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλὸς, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος· ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
13恶人嘴中的过错是自己的网罗; 但义人必脱离患难。
14Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
14人因口所结的果子,必饱得美福; 人手所做的,必为自己的报应。
15Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός.
15愚妄人所行的,在自己眼中看为正直; 惟智慧人肯听人的劝教。
16Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος.
16愚妄人的恼怒立时显露; 通达人能忍辱藏羞。
17Ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
17说出真话的,显明公义; 作假见证的,显出诡诈。
18Εἰσὶν οἳ λέγοντες τιτρώσκουσι, μάχαιραι· γλῶσσαι δὲ σοφῶν ἰῶνται.
18说话浮躁的,如刀刺人; 智慧人的舌头却为医人的良药。
19Χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
19口吐真言,永远坚立; 舌说谎话,只存片时。
20Δόλος ἐν καρδίᾳ τεκταινομένου κακὰ, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
20图谋恶事的,心存诡诈; 劝人和睦的,便得喜乐。
21Οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
21义人不遭灾害;恶人满受祸患。
22Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρʼ αὐτῷ.
22说谎言的嘴为耶和华所憎恶; 行事诚实的,为他所喜悦。
23Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
23通达人隐藏知识; 愚昧人的心彰显愚昧。
24Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται ἐν προνομῇ.
24殷勤人的手必掌权; 懒惰的人必服苦。
25Φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
25人心忧虑,屈而不伸; 一句良言,使心欢乐。
26Ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, ἁμαρτάνοντας δὲ καταδιώξεται κακὰ, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
26义人引导他的邻舍; 恶人的道叫人失迷。
27Οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.
27懒惰的人不烤打猎所得的; 殷勤的人却得宝贵的财物。
28Ἐν ὁδοῖς δικαιοσύνης ζωὴ, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.
28在公义的道上有生命; 其路之中并无死亡。

Tip: use the ← and → keys to turn chapters.