ΙΩΒ 22
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, λέγει,
1提幔 人 以利法 回答說:
2Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
2人豈能使上帝有益呢? 智慧人但能有益於己。
3Τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἀπλώσῃς τὴν ὁδόν σου;
3你為人公義,豈叫全能者喜悅呢? 你行為完全,豈能使他得利呢?
4Ἢ λόγον σου ποιοῦμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;
4豈是因你敬畏他 就責備你、審判你嗎?
5Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσὶν αἱ ἁμαρτίαι;
5你的罪惡豈不是大嗎? 你的罪孽也沒有窮盡;
6Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου.
6因你無故強取弟兄的物為當頭, 剝去貧寒人的衣服。
7Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
7困乏的人,你沒有給他水喝; 飢餓的人,你沒有給他食物。
8Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς.
8有能力的人就得地土; 尊貴的人也住在其中。
9Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας.
9你打發寡婦空手回去, 折斷孤兒的膀臂。
10Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος.
10因此,有網羅環繞你, 有恐懼忽然使你驚惶;
11Τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε.
11或有黑暗蒙蔽你, 並有洪水淹沒你。
12Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε;
12上帝豈不是在高天嗎? 你看星宿何其高呢!
13Καὶ εἶπας, τί ἔγνω ὁ ἰσχυρός; ἢ κατὰ τοῦ γνόφου κρίνει;
13你說:上帝知道甚麼? 他豈能看透幽暗施行審判呢?
14Νεφέλη ἀποκρυφὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται, καὶ γῦρον οὐρανοῦ διαπορεύεται.
14密雲將他遮蓋,使他不能看見; 他周遊穹蒼。
15Μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι,
15你要依從上古的道嗎? 這道是惡人所行的。
16οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν,
16他們未到死期,忽然除滅; 根基毀壞,好像被江河沖去。
17οἱ λέγοντες, Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ;
17他們向上帝說:離開我們吧! 又 說 :全能者能把我們怎麼樣呢?
18Ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόῤῥω ἀπʼ αὐτοῦ.
18哪知上帝以美物充滿他們的房屋; 但惡人所謀定的離我好遠。
19Ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν.
19義人看見他們的 結局 就歡喜; 無辜的人嗤笑他們,
20Εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.
20說:那起來攻擊我們的果然被剪除, 其餘的都被火燒滅。
21Γενοῦ δὴ σκληρὸς, ἐὰν ὑπομείνῃς, εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
21你要認識上帝,就得平安; 福氣也必臨到你。
22Ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
22你當領受他口中的教訓, 將他的言語存在心裏。
23Ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόῤῥω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον.
23你若歸向全能者,從你帳棚中遠除不義, 就必得建立。
24Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφίρ.
24要將 你的 珍寶丟在塵土裏, 將 俄斐 的 黃金 丟在溪河石頭之間;
25Ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.
25全能者就必為你的珍寶, 作你的寶銀。
26Εἶτα παῤῥησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς.
26你就要以全能者為喜樂, 向上帝仰起臉來。
27Εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου· δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς.
27你要禱告他,他就聽你; 你也要還你的願。
28Ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος·
28你定意要做何事,必然給你成就; 亮光也必照耀你的路。
29Ὅτι ἐταπείνωσας σεαυτὸν, καὶ ἐρεῖς, ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει.
29人使 你 降卑,你仍可說: 必得 高升; 謙卑的人,上帝必然拯救。
30Ῥύσεται ἀθῶον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.
30人非無辜,上帝且要搭救他; 他因你手中清潔,必蒙拯救。
Tip: use the ← and → keys to turn chapters.