ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
Chapter 1
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 1

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1ΟΥΤΟΙ οἱ λόγοι οὓς ἐλάλησε Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀναμέσον Φαρὰν Τοφὸλ, καὶ Λοβὸν, καὶ Αὐλῶν, καὶ καταχρύσεα.
1以下所記的是 摩西 在 約旦河 東的曠野、 疏弗 對面的 亞拉巴 -就是 巴蘭 、 陀弗 、 拉班 、 哈洗錄 、 底撒哈 中間-向 以色列 眾人所說的話。(
2Ἕνδεκα ἡμερῶν ἐκ Χωρὴβ ὁδὸς ἐπʼ ὄρος
2從 何烈山 經過 西珥山 到 加低斯‧巴尼亞 有十一天的 路程 。)
3Σηεὶρ ἕως Κάδης Βαρνή. Καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς, ἐλάλησε Μωυσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς· μετὰ τὸ πατάξαι
3出 埃及 第四十年十一月初一日, 摩西 照耶和華藉着他所吩咐 以色列 人的話都曉諭他們。
4Σηὼν βασιλέα Ἀμοῤῥαίων τὸν κατοικήσαντα ἐν Ἐσεβὼν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν
4那時,他已經擊殺了住 希實本 的 亞摩利 王 西宏 和住 以得來 、 亞斯他錄 的 巴珊 王 噩 。
5Ἐδραῒν, ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ, ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον, λέγων,
5摩西 在 約旦河 東的 摩押 地講律法說:
6Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ, λέγων, ἰκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ.
6「耶和華-我們的上帝在 何烈山 曉諭我們說:你們在這山上住的日子夠了;
7Ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμοῤῥαίων, καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβα, εἰς ὄρος καὶ πεδίον, καὶ πρὸς Λίβα, καὶ παραλίαν γῆν Χαναναίων, καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου.
7要起行轉到 亞摩利 人的山地和靠近這山地的各處,就是 亞拉巴 、山地、高原、南地,沿海一帶 迦南 人的地,並 黎巴嫩山 又到 幼發拉底 大河。
8Ἴδετε, παραδέδωκεν ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν τῷ Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰσκὼβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετʼ αὐτούς.
8如今我將這地擺在你們面前;你們要進去得這地,就是耶和華向你們列祖 亞伯拉罕 、 以撒 、 雅各 起誓應許賜給他們和他們後裔為業之地。」
9Καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς.
9「那時,我對你們說:『管理你們的重任,我獨自擔當不起。
10Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.
10耶和華-你們的上帝使你們多起來。看哪,你們今日像天上的星那樣多。
11Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείῃ ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμᾶς καθότι ἐλάλησεν ὑμῖν.
11惟願耶和華-你們列祖的上帝使你們比如今更多千倍,照他所應許你們的話賜福與你們。
12Πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν;
12但你們的麻煩,和管理你們的重任,並你們的爭訟,我獨自一人怎能擔當得起呢?
13Δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφʼ ὑμῶν, ἡγουμένους ὑμῶν.
13你們要按着各支派選舉有智慧、有見識、為眾人所認識的,我立他們為你們的首領。』
14Καὶ ἀπεκρίθητέ μοι, καὶ εἴπατε, καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι.
14你們回答我說:『照你所說的行了為妙。』
15Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφʼ ὑμῶν χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν·
15我便將你們各支派的首領,有智慧、為眾人所認識的,照你們的支派,立他們為官長、千夫長、百夫長、五十夫長、十夫長,管理你們。
16Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον ἀδελφοῦ, καὶ ἀναμέσον προσηλύτου αὐτοῦ.
16「當時,我囑咐你們的審判官說:『你們聽訟,無論是弟兄彼此爭訟,是與同居的外人爭訟,都要按公義判斷。
17Οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ἠ· ἀφʼ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπʼ ἐμὲ, καὶ ἀκούσομαι αὐτό.
17審判的時候,不可看人的外貌;聽訟不可分貴賤,不可懼怕人,因為審判是屬乎上帝的。若有難斷的案件,可以呈到我這裏,我就判斷。』
18Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε.
18那時,我將你們所當行的事都吩咐你們了。」
19Καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμοῤῥαίου, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Κάδης Βαρνή.
19「我們照着耶和華-我們上帝所吩咐的從 何烈山 起行,經過你們所看見那大而可怕的曠野,往 亞摩利 人的山地去,到了 加低斯‧巴尼亞 。
20Καὶ εἶπα πρὸς ὑμᾶς, ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμοῤῥαίου, ὃ Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν.
20我對你們說:『你們已經到了耶和華-我們上帝所賜給我們的 亞摩利 人之山地。
21Ἴδετε, παραδέδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε, μηδὲ δειλιάσητε.
21看哪,耶和華-你的上帝已將那地擺在你面前,你要照耶和華-你列祖的上帝所說的上去得那地為業;不要懼怕,也不要驚惶。』
22Καὶ προσήλθατέ μοι πάντες, καὶ εἴπατε, Ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν, καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδὸν διʼ ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς.
22你們都就近我來說:『我們要先打發人去,為我們窺探那地,將我們上去該走何道,必進何城,都回報我們。』
23Καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα· καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατά φυλήν.
23這話我以為美,就從你們中間選了十二個人,每支派一人。
24Καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἤλθοσαν ἕως φάραγγος βότρυος, καὶ κατεσκόπευσαν αὐτήν.
24於是他們起身上山地去,到 以實各谷 ,窺探那地。
25Καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς, καὶ κατήνεγκαν πρὸς ὑμᾶς, καὶ ἔλεγον, Ἀγαθὴ ἡ γῆ, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν.
25他們手裏拿着那地的果子下來,到我們那裏,回報說:『耶和華-我們的上帝所賜給我們的是美地。』
26Καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, ἀλλʼ ἠπειθήσατε τῷ ῥήματι Κυρίου τοῦ Θεοῦ ἡμῶν.
26「你們卻不肯上去,竟違背了耶和華-你們上帝的命令,
27Καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν, καὶ εἴπατε, διὰ τὸ μισεῖν Κύριον ἡμᾶς, ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Ἀμοῤῥαίων, ἐξολοθρεῦσαι ἡμᾶς.
27在帳棚內發怨言說:『耶和華因為恨我們,所以將我們從 埃及 地領出來,要交在 亞摩利 人手中,除滅我們。
28Ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ δὲ ἀδελφοὶ ὑμῶν ἀπέστησαν τὴν καρδίαν ὑμῶν, λέγοντες, ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν, καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ· ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ.
28我們上哪裏去呢?我們的弟兄使我們的心消化,說那 地的 民比我們又大又高,城邑又廣大又堅固,高得頂天,並且我們在那裏看見 亞衲 族的人。』
29Καὶ εἶπα πρὸς ὑμᾶς, μὴ πτήξητε, μηδὲ φοβηθῆτε ἀπʼ αὐτῶν.
29我就對你們說:『不要驚恐,也不要怕他們。
30Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν, αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθʼ ὑμῶν κατὰ πάντα ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμοῤῥαίου· ὡς τροφοφορήσαι σε Κύριος ὁ
30在你們前面行的耶和華-你們的上帝必為你們爭戰,正如他在 埃及 和曠野,在你們眼前所行的一樣。
31Θεός σου, ὡς εἴτις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε ἕως ῆλθετε εἰς τὸν τόπον τοῦτον.
31你們在曠野所行的路上,也曾見耶和華-你們的上帝撫養你們,如同人撫養兒子一般,直等你們來到這地方。』
32Καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε Κυρίῳ τῷ Θεῷ ἡμῶν,
32你們在這事上卻不信耶和華-你們的上帝。
33ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς, δεικνύων ὑμῖν τὴν ὁδὸν καθʼ ἣν πορεύεσθε ἐπʼ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.
33他在路上,在你們前面行,為你們找安營的地方;夜間在火 柱 裏,日間在雲 柱 裏,指示你們所當行的路。」
34Καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν, καὶ παροξυνθεὶς ὤμοσε, λέγων,
34「耶和華聽見你們這話,就發怒,起誓說:
35εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν γῆν ἀγαθὴν ταύτην, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, πλὴν
35『這惡世代的人,連一個也不得見我起誓應許賜給你們列祖的美地;
36Χάλεβ υἱὸς Ἰεφοννὴ, οὗτος ὄψεται αὐτὴν, καὶ τούτῳ δώσω τὴν γῆν ἐφʼ ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον.
36惟有 耶孚尼 的兒子 迦勒 必得看見,並且我要將他所踏過的地賜給他和他的子孫,因為他專心跟從我。』
37Καὶ ἐμοὶ ἐθυμώθη Κύριος διʼ ὑμᾶς, λέγων, οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ.
37耶和華為你的緣故也向我發怒,說:『你必不得進入那地。
38Ἰησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ.
38伺候你、 嫩 的兒子 約書亞 ,他必得進入那地;你要勉勵他,因為他要使 以色列 人承受那地為業。
39Καὶ πᾶν παιδίον νέον ὅστις οὐκ οἶδε σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν.
39並且你們的 婦人 孩子,就是你們所說、必被擄掠的,和今日不知善惡的兒女,必進入那地。我要將那地賜給他們,他們必得為業。
40Καὶ ὑμεῖς ἐπιστράφεντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης.
40至於你們,要轉回,從 紅海 的路往曠野去。』
41Καὶ ἀπεκρίθητε, καὶ εἴπατε, ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν· καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ, καὶ συναθροισθέντες ἀναβαίνετε εἰς τὸ ὄρος.
41「那時,你們回答我說:『我們得罪了耶和華,情願照耶和華-我們上帝一切所吩咐的上去爭戰。』於是你們各人帶着兵器,爭先上山地去了。
42Καὶ εἶπε Κύριος πρὸς μὲ, εἶπον αὐτοῖς, οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθʼ ὑμῶν, καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν.
42耶和華吩咐我說:『你對他們說:不要上去,也不要爭戰;因我不在你們中間,恐怕你們被仇敵殺敗了。』
43Καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου· καὶ παρέβητε τὸ ῥῆμα Κυρίου· καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος.
43我就告訴了你們,你們卻不聽從,竟違背耶和華的命令,擅自上山地去了。
44Καὶ ἐξῆλθεν ὁ Ἀμοῤῥαῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν, καὶ κατεδίωξεν ὑμᾶς ὡσεὶ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ.
44住那山地的 亞摩利 人就出來攻擊你們,追趕你們,如蜂擁一般,在 西珥 殺退你們,直到 何珥瑪 。
45Καὶ καθίσαντες ἐκλαίετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσε Κύριος τῆς φωνῆς ὑμῶν, οὐδὲ προσέσχεν ὑμῖν.
45你們便回來,在耶和華面前哭號;耶和華卻不聽你們的聲音,也不向你們側耳。
46Καὶ ἐνεκάθησθε ἐν Κάδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε.
46於是你們在 加低斯 住了許多日子。」

Tip: use the ← and → keys to turn chapters.