ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 18
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Οὐκ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευίταις ὅλῃ φυλῇ Λευὶ μερὶς οὐδὲ κλῆρος μετὰ Ἰσραήλ· καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά.
1「祭司 利未 人和 利未 全支派必在 以色列 中無分無業;他們所吃用的就是獻給耶和華的火祭和一切所捐的。
2Κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.
2他們在弟兄中必沒有產業;耶和華是他們的產業,正如耶和華所應許他們的。
3Καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον, ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ, καὶ τὰ σιαγόνια, καὶ τὸ ἔνυστρον,
3祭司從百姓所當得的分乃是這樣:凡獻牛或羊為祭的,要把前腿和兩腮並脾胃給祭司。
4καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου· καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ.
4初收的五穀、新酒和油,並初剪的羊毛,也要給他;
5Ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου, παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.
5因為耶和華-你的上帝從你各支派中將他揀選出來,使他和他子孫永遠奉耶和華的名侍立,事奉。
6Ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ, οὗ αὐτὸς παροικεῖ, καθʼ ὅτι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται,
6「 利未 人無論寄居在 以色列 中的哪一座城,若從那裏出來,一心願意到耶和華所選擇的地方,
7λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.
7就要奉耶和華-他上帝的名事奉,像他眾弟兄 利未 人侍立在耶和華面前事奉一樣。
8Μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν.
8除了他賣祖父產業所得的以外,還要得一分祭物與他們同吃。」
9Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων.
9「你到了耶和華-你上帝所賜之地,那些國民所行可憎惡的事,你不可學着行。
10Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδονιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακοῖς
10你們中間不可有人使兒女經火,也不可有占卜的、觀兆的、用法術的、行邪術的、
11ἐπαείδων ἐπαοιδὴν, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς.
11用迷術的、交鬼的、行巫術的、過陰的。
12Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου.
12凡行這些事的都為耶和華所憎惡;因那些國民行這可憎惡的事,所以耶和華-你的上帝將他們從你面前趕出。
13Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.
13你要在耶和華-你的上帝面前作完全人。」
14Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· καί σοι οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.
14「因你所要趕出的那些國民都聽信觀兆的和占卜的,至於你,耶和華-你的上帝從來不許你這樣行。
15Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου· αὐτοῦ ἀκούσεσθε·
15耶和華-你的上帝要從你們弟兄中間給你興起一位先知,像我,你們要聽從他。
16Κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ σου, καὶ τὸ πῦρ τοῦτο τὸ μὲγα οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν.
16正如你在 何烈山 大會的日子求耶和華-你上帝一切的話,說:『求你不再叫我聽見耶和華-我上帝的聲音,也不再叫我看見這大火,免得我死亡。』
17Καὶ εἶπε Κύριος πρὸς μὲ, ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ.
17耶和華就對我說:『他們所說的是。
18Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὰ ῥήματα ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθʼ ὅτι ἂν ἐντείλωμαι αὐτῷ.
18我必在他們弟兄中間給他們興起一位先知,像你。我要將當說的話傳給他;他要將我一切所吩咐的都傳給他們。
19Καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.
19誰不聽他奉我名所說的話,我必討誰的罪。
20Πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος.
20若有先知擅敢託我的名說我所未曾吩咐他說的話,或是奉別神的名說話,那先知就必治死。』
21Ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου, πῶς γνωσόμεθα τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος;
21你心裏若說:『耶和華所未曾吩咐的話,我們怎能知道呢?』
22Ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται, καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος, ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος· οὐκ ἀφέξεσθε αὐτοῦ.
22先知託耶和華的名說話,所說的若不成就,也無效驗,這就是耶和華所未曾吩咐的,是那先知擅自說的,你不要怕他。」
Tip: use the ← and → keys to turn chapters.