ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
Chapter 11
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 11

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ φυλάξῃ τὰ φυλάγματα αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας.
1「你要愛耶和華-你的上帝,常守他的吩咐、律例、典章、誡命。
2Καὶ γνώσεσθε σήμερον, ὅτι οὐχὶ τὰ παιδία ὑμῶν, ὅσοι οὐκ οἴδασιν οὐδὲ ἴδοσαν τὴν παιδείαν Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ μεγαλεῖα αὐτοῦ, καὶ τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὸν βραχίονα τὸν ὑψηλόν,
2你們今日當知道,我本不是和你們的兒女 說話 ;因為他們不知道,也沒有看見耶和華-你們上帝的管教、威嚴、大能的手,和伸出來的膀臂,
3καὶ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ, ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
3並他在 埃及 中向 埃及 王法老和其全地所行的神蹟奇事;
4καὶ ὅσα ἐποίησε τὴν δύναμιν τῶν Αἰγυπτίων, καὶ τὰ ἅρματα αὐτῶν, καὶ τὴν ἵππον αὐτῶν, καὶ τὴν δύναμιν αὐτῶν, ὡς ἐπέκλυσε τὸ ὕδωρ τῆς θαλάσσης τῆς ἐρυθρᾶς ἐπὶ προσώπου αὐτῶν καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν, καὶ ἀπώλεσεν αὐτοὺς Κύριος ἕως τῆς σήμερον ἡμέρας,
4也沒有看見他怎樣待 埃及 的軍兵、車馬,他們追趕你們的時候,耶和華怎樣使 紅海 的水淹沒他們,將他們滅絕,直到今日,
5καὶ ὅσα ἐποίησεν ἡμῖν ἐν τῇ ἐρήμῳ ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον,
5並他在曠野怎樣待你們,以致你們來到這地方;
6καὶ ὅσα ἐποίησε τῷ Δαθὰν καὶ Ἀβειρὼν υἱοῖς Ἑλιὰβ υἱοῦ Ῥουβὴν, οὓς ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ τὰς σκηνὰς αὐτῶν, καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετʼ αὐτῶν ἐν μέσῳ παντὸς Ἰσραήλ·
6也沒有看見他怎樣待 呂便 子孫 以利押 的兒子 大坍 、 亞比蘭 ,地怎樣在 以色列 人中間開口,吞了他們和他們的家眷,並帳棚與跟他們的一切活物。
7Ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα Κυρίου τὰ μεγάλα, ὅσα ἐποίησεν ἐν ὑμῖν σήμερον.
7惟有你們親眼看見耶和華所做的一切大事。」
8Καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε, καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν·
8「所以,你們要守我今日所吩咐的一切誡命,使你們膽壯,能以進去,得你們所要得的那地,
9Ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετʼ αὐτούς, γῆν ῥέουσαν γάλα καὶ μέλι.
9並使你們的日子在耶和華向你們列祖起誓、應許給他們和他們後裔的地上得以長久;那是流奶與蜜之地。
10Ἔστι γὰρ ἡ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, οὐχ ὥσπερ γῆ Αἰγύπτου ἐστίν, ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν, ὅταν σπείρωσι τὸν σπόρον, καὶ ποτίζωσι τοῖς ποσὶν αὐτῶν, ὡσεὶ κῆπον λαχανείας·
10你要進去得為業的那地,本不像你出來的 埃及 地。你在那裏撒種,用腳澆灌,像澆灌菜園一樣。
11Ἡ δὲ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, γῆ ὀρεινὴ καὶ πεδινὴ· ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ.
11你們要過去得為業的那地乃是有山有谷、雨水滋潤之地,
12Γῆ, ἣν Κύριος ὁ Θεός σου ἐπισκοπεῖται αὐτὴν διαπαντός, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ σου ἐπʼ αὐτῆς ἀπʼ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ.
12是耶和華-你上帝所眷顧的;從歲首到年終,耶和華-你上帝的眼目時常看顧那地。
13Ἐὰν δὲ ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς, ἃς ἐγὼ ἐντελλομαί σοι σήμερον, ἀγαπᾷν Κύριον τὸν Θεόν σου, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
13「你們若留意聽從我今日所吩咐的誡命,愛耶和華-你們的上帝,盡心盡性事奉他,
14καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθʼ ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου,
14他必按時降秋雨春雨在你們的地上,使你們可以收藏五穀、新酒,和油,
15καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσί σου· καὶ φαγὼν, καὶ ἐμπλησθεὶς,
15也必使你吃得飽足,並使田野為你的牲畜長草。
16πρόσεχε σεαυτῷ μὴ πλατυνθῇ ἡ καρδία σου, καὶ παραβῆτε, καὶ λατρεύσητε θεοῖς ἑτέροις, καὶ προσκυνήσητε αὐτοῖς,
16你們要謹慎,免得心中受迷惑,就偏離 正路 ,去事奉敬拜別神。
17καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐφʼ ὑμῖν, καὶ συσχῇ τὸν οὐρανὸν, καὶ οὐκ ἔσται ὑετὸς, καὶ ἡ γῆ οὐ δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἀπολεῖσθε ἐν τάχει ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ἔδωκεν ὑμῖν.
17耶和華的怒氣向你們發作,就使天閉塞不下雨,地也不出產,使你們在耶和華所賜給你們的美地上速速滅亡。
18Καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἀφάψετε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν ὑμῶν·
18「你們要將我這話存在心內,留在意中,繫在手上為記號,戴在額上為經文;
19Καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν αὐτοῖς καθημένου σου ἐν οἴκῳ, καὶ πορευομένου σου ἐν ὁδῷ, καὶ καθεύδοντός σου, καὶ διανισταμένου σου.
19也要教訓你們的兒女,無論坐在家裏,行在路上,躺下,起來,都要談論;
20Καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν, καὶ τῶν πυλῶν ὑμῶν,
20又要寫在房屋的門框上,並城門上,
21ἵνα μακροημερεύσητε, καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.
21使你們和你們子孫的日子在耶和華向你們列祖起誓、應許給他們的地上得以增多,如天覆地的日子那樣多。
22Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾷν Κύριον τὸν Θεὸν ἡμῶν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ προσκολλᾶσθαι αὐτῷ,
22你們若留意謹守遵行我所吩咐這一切的誡命,愛耶和華-你們的上帝,行他的道,專靠他,
23καὶ ἐκβαλεῖ Κύριος πάντα τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρὰ μᾶλλον ἢ ὑμεῖς.
23他必從你們面前趕出這一切國民,就是比你們更大更強的國民,你們也要得他們的地。
24Πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου, καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μελάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.
24凡你們腳掌所踏之地都必歸你們;從曠野和 黎巴嫩 ,並 幼發拉底 大河,直到 西海 ,都要作你們的境界。
25Οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν· καὶ τὸν φόβον ὑμῶν καὶ τὸν τρόμον ὑμῶν ἐπιθήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐφʼ ἧς ἂν ἐπιβῆτε ἐπʼ αὐτῆς, ὃν τρόπον ἐλάλησε πρὸς ὑμᾶς.
25必無一人能在你們面前站立得住;耶和華-你們的上帝必照他所說的,使懼怕驚恐臨到你們所踏之地的居民。
26Ἰδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον τὴν εὐλογίαν καὶ τὴν κατάραν·
26「看哪,我今日將祝福與咒詛的話都陳明在你們面前。
27Τὴν εὐλογίαν, ἐὰν ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον·
27你們若聽從耶和華-你們上帝的誡命,就是我今日所吩咐你們的,就必蒙福。
28καὶ τὴν κατάραν, ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν, πορευθέντες λατρεύειν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε.
28你們若不聽從耶和華-你們上帝的誡命,偏離我今日所吩咐你們的道,去事奉你們素來所不認識的別神,就必受禍。
29Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ δώσεις εὐλογίαν ἐπʼ ὄρος Γαριζὶν, καὶ τὴν κατάραν ἐπʼ ὄρος Γαιβάλ.
29及至耶和華-你的上帝領你進入要去得為業的那地,你就要將祝福的話陳明在 基利心山 上,將咒詛的話陳明在 以巴路山 上。
30Οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ἰορδάνου, ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χαναὰν, τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγὸλ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς;
30這二山豈不是在 約旦河 那邊,日落之處,在住 亞拉巴 的 迦南 人之地與 吉甲 相對,靠近 摩利 橡樹嗎?
31Ὑμεῖς γὰρ διαβαίνετε τὸν Ἰορδάνην, εἰσελθόντες κληρονομῆσαι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ κατοικήσετε ἐν αὐτῇ.
31你們要過 約旦河 ,進去得耶和華-你們上帝所賜你們為業之地,在那地居住。
32Καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ, καὶ τὰς κρίσεις ταύτας, ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον.
32你們要謹守遵行我今日在你們面前所陳明的一切律例典章。」

Tip: use the ← and → keys to turn chapters.