ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 32
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Πρόσεχε οὐρανὲ, καὶ λαλήσω, καὶ ἀκουέτω ἡ γῆ ῥήματα ἐκ στόματός μου.
1諸天哪,側耳,我要說話; 願地也聽我口中的言語。
2Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπʼ ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.
2我的教訓要淋漓如雨; 我的言語要滴落如露, 如細雨降在嫩草上, 如甘霖降在菜蔬中。
3Ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν.
3我要宣告耶和華的名; 你們要將大德歸與我們的上帝。
4Θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία· δίκαιος καὶ ὅσιος Κύριος.
4他是磐石,他的作為完全; 他所行的無不公平, 是誠實無偽的上帝, 又公義,又正直。
5Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη.
5這乖僻彎曲的世代向他行事邪僻; 有這弊病就不是他的兒女。
6Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;
6愚昧無知的民哪,你們這樣報答耶和華嗎? 他豈不是你的父、將你買來的嗎? 他是製造你、建立你的。
7Μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεῶν γενεαῖς. ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι.
7你當追想上古之日, 思念歷代之年; 問你的父親,他必指示你; 問你的長者,他必告訴你。
8Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Αδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.
8至高者將地業賜給列邦,將世人分開, 就照 以色列 人的數目立定萬民的疆界。
9Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
9耶和華的分本是他的百姓; 他的產業本是 雅各 。
10Αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν, καὶ διεφύλαξεν αὐτὸν, ὡς κόρην ὀφθαλμοῦ·
10耶和華遇見他在曠野- 荒涼野獸吼叫之地, 就環繞他,看顧他, 保護他,如同保護眼中的瞳人。
11Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, καὶ ἐπὶ τοῖς νοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.
11又如鷹攪動巢窩, 在雛鷹以上兩翅搧展, 接取雛鷹,背在兩翼之上。
12Κύριος μόνος ἦγεν αὐτοὺς, οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος.
12這樣,耶和華獨自引導他, 並無外邦神與他同在。
13Ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς· ἐψώμισεν αὐτοὺς γεννήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας.
13耶和華使他乘駕地的高處, 得吃田間的土產; 又使他從磐石中咂蜜, 從堅石中吸油;
14Βούτυρον βοῶν, καὶ γάλα προβάτων, μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιεν οἶνον.
14也吃牛的奶油, 羊的奶,羊羔的脂油, 巴珊 所出的公綿羊和山羊, 與上好的麥子, 也喝葡萄汁釀的酒。
15Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.
15但 耶書崙 漸漸肥胖,粗壯, 光潤,踢跳, 奔跑 , 便離棄造他的上帝, 輕看救他的磐石;
16Παρώξυνάν με ἐπʼ ἀλλοτρίοις· ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανάν με.
16敬拜別 神 ,觸動上帝的憤恨, 行可憎惡的事,惹了他的怒氣。
17Εθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ· θεοῖς οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.
17所祭祀的鬼魔並非真神, 乃是素不認識的神, 是近來新興的, 是你列祖所不畏懼的。
18Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.
18你輕忽生你的磐石, 忘記產你的上帝。
19Καὶ εἶδε Κύριος, καὶ ἐζήλωσε· καὶ παρωξύνθη διʼ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων,
19耶和華看見他的兒女惹動他, 就厭惡 他們 ,說:
20καὶ εἶπεν, ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπʼ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
20我要向他們掩面, 看他們的結局如何。 他們本是極乖僻的族類, 心中無誠實的兒女。
21Αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ Θεῷ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κᾀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
21他們以那「不算為神」的觸動我的憤恨, 以虛無 的神 惹了我的怒氣。 我也要以那「不成子民」的觸動他們的憤恨, 以愚昧的國民惹了他們的怒氣。
22Ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾄδου κάτω· καταφάγεται γῆν καὶ τὰ γεννήματα αὐτῆς· φλέξει θεμέλια ὀρέων.
22因為在我怒中有火燒起, 直燒到極深的陰間, 把地和地的出產盡都焚燒, 山的根基也燒着了。
23Συνάξω εἰς αὐτοὺς κακὰ, καὶ τὰ βέλη μου συμπολεμήσω εἰς αὐτούς.
23我要將禍患堆在他們身上, 把我的箭向他們射盡。
24Τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων, καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτοὺς, μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν.
24他們必 因飢餓消瘦, 被炎熱苦毒吞滅。 我要打發野獸用牙齒咬他們, 並土中腹行的,用毒氣害他們。
25Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα, καὶ ἐκ τῶν ταμιείων, φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβύτου.
25外頭有刀劍,內室有驚恐, 使人喪亡,使少男、童女、 吃奶的、白髮的, 盡都滅絕 。
26Εἶπα, διασπερῶ αὐτοὺς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.
26我說,我必將他們分散遠方, 使他們的名號從人間除滅。
27Εἰ μὴ διʼ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσι, ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι· μὴ εἴπωσιν, ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ, καὶ οὐχὶ Κύριος, ἐποίησε ταῦτα πάντα.
27惟恐仇敵惹動我, 只怕敵人錯看,說:是我們手的能力, 並非耶和華所行的。
28Ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
28因為 以色列 民毫無計謀, 心中沒有聰明。
29Οὐκ ἐφρόνησαν συνιέναι· ταῦτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
29惟願他們有智慧, 能明白這事,肯思念他們的結局。
30Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς, καὶ Κύριος παρέδωκεν αὐτούς;
30若不是他們的磐石賣了他們, 若不是耶和華交出他們, 一人焉能追趕他們千人? 二人焉能使萬人逃跑呢?
31Ὅτι οὐκ εἰσὶν ὡς ὁ Θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.
31據我們的仇敵自己斷定, 他們的磐石不如我們的磐石。
32Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς.
32他們的葡萄樹是 所多瑪 的葡萄樹, 蛾摩拉 田園所生的; 他們的葡萄是毒葡萄, 全掛都是苦的。
33Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος.
33他們的酒是大蛇的毒氣, 是虺蛇殘害的惡毒。
34Οὐκ ἰδοὺ ταῦτα συνῆκται παρʼ ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
34這不都是積蓄在我這裏, 封鎖在我府庫中嗎?
35Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν· ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
35他們失腳的時候,伸冤報應在我; 因他們遭災的日子近了; 那要臨在他們身上的必速速來到。
36Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς, καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ, καὶ παρειμένους·
36耶和華見他百姓毫無能力, 無論困住的、自由的都沒有 剩下 , 就必為他們伸冤, 為他的僕人後悔。
37Καὶ εἶπε Κύριος, ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφʼ οἷς ἐπεποίθεισαν ἐπʼ αὐτοῖς,
37他必說:他們的神, 他們所投靠的磐石,
38ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε, καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν; ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.
38就是向來吃他們祭牲的脂油, 喝他們奠祭之酒的,在哪裏呢? 他可以興起幫助你們, 護衛你們。
39Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτείνω, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.
39你們如今要知道: 我,惟有我是上帝; 在我以外並無別神。 我使人死,我使人活; 我損傷,我也醫治, 並無人能從我手中救出來。
40Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τὴν δεξιάν μου· καὶ ἐρῶ, ζῶ ἐγὼ εἰς τὸν αἰῶνα·
40我向天舉手說: 我憑我的永生起誓:
41Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω.
41我若磨我閃亮的刀, 手掌審判之權, 就必報復我的敵人, 報應恨我的人。
42Μεθύσω τὰ βέλη μου ἀφʼ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀφʼ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν.
42我要使我的箭飲血飲醉, 就是被殺被擄之人的血。 我的刀要吃肉, 乃是仇敵中首領之頭的肉。
43Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται· καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσει· καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.
43你們外邦人當與主的百姓一同歡呼; 因他要伸他僕人流血的冤, 報應他的敵人, 潔淨他的地,救贖他的百姓。
44Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ· καὶ εἰσῆλθε Μωυσῆς, καὶ ἐλάλησε πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ, αὐτὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
44摩西 和 嫩 的兒子 約書亞 去將這歌的一切話說給百姓聽。
45Καὶ ἐξετέλεσε Μωυσῆς λαλῶν παντὶ Ἰσραήλ.
45摩西 向 以色列 眾人說完了這一切的話,
46Καὶ εἶπε πρὸς αὐτοὺς, προσέχετε τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους, οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου.
46又說:「我今日所警教你們的,你們都要放在心上;要吩咐你們的子孫謹守遵行這律法上的話。
47Ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν· ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύσετε ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι.
47因為這不是虛空、與你們無關的事,乃是你們的生命;在你們過 約旦河 要得為業的地上必因這事日子得以長久。」
48Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ, λέγων,
48當日,耶和華吩咐 摩西 說:
49ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρίμ, τοῦτο ὄρος Ναβαῦ ὅ ἐστιν ἐν γῇ Μωὰβ κατὰ πρόσωπον Ἰεριχὼ, καὶ ἴδε τὴν γῆν Χαναάν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ,
49「你上這 亞巴琳山 中的 尼波山 去,在 摩押 地與 耶利哥 相對,觀看我所要賜給 以色列 人為業的 迦南 地。
50καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου· ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
50你必死在你所登的山上,歸你列祖去,像你哥哥 亞倫 死在 何珥山 上,歸他的列祖一樣。
51Ὅτι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τοῦ ὕδατος ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σὶν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ἰσραήλ.
51因為你們在 尋 的曠野, 加低斯 的 米利巴 水,在 以色列 人中沒有尊我為聖,得罪了我。
52Ἀπέναντι ὄψει τὴν γῆν, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
52我所賜給 以色列 人的地,你可以遠遠地觀看,卻不得進去。」
Tip: use the ← and → keys to turn chapters.