ΙΩΒ
Chapter 16
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,
1約伯 回答說:
2Ἀκήκοα τοιαῦτα πολλὰ, παρακλήτορες κακῶν πάντες.
2這樣的話我聽了許多; 你們安慰人,反叫人愁煩。
3Τί γάρ; μὴ τάξις ἐστὶ ῥήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ;
3虛空的言語有窮盡嗎? 有甚麼話惹動你回答呢?
4Κᾀγὼ καθʼ ὑμᾶς λαλήσω· εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, εἶτʼ ἐναλοῦμαι ὑμῖν ῥήμασι· κινήσω δὲ καθʼ ὑμῶν κεφαλήν.
4我也能說你們那樣的話; 你們若處在我的境遇, 我也會聯絡言語攻擊你們, 又能向你們搖頭。
5Εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι.
5但我必用口堅固你們, 用嘴消解 你們的憂愁 。
6Ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;
6我雖說話,憂愁仍不得消解; 我雖停住不說,憂愁就離開我嗎?
7Νῦν δὲ κατάκοπόν με πεποίηκε μωρὸν σεσηπότα, καὶ ἐπελάβου μου.
7但現在上帝使我困倦, 使親友遠離我,
8Εἰς μαρτύριον ἐγενήθη, καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.
8又抓住我,作見證 攻擊我 ; 我身體的枯瘦也當面見證我的不是。
9Ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσαν.
9主發怒撕裂我,逼迫我, 向我切齒; 我的敵人怒目看我。
10Ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπʼ ἐμοί.
10他們向我開口, 打我的臉羞辱我, 聚會攻擊我。
11Παρέδωκε γάρ με ὁ Κύριος εἰς χείρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔῤῥιψέ με.
11上帝把我交給不敬虔的人, 把我扔到惡人的手中。
12Εἰρηνεύοντα διεσκέδασέ με· λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν.
12我素來安逸,他折斷我, 掐住我的頸項,把我摔碎, 又立我為他的箭靶子。
13Ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·
13他的弓箭手四面圍繞我; 他破裂我的肺腑,並不留情, 把我的膽傾倒在地上,
14Κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μὲ δυνάμενοι.
14將我破裂又破裂, 如同勇士向我直闖。
15Σάκκον ἔῤῥαψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.
15我縫麻布在我皮膚上, 把我的角放在塵土中。
16Ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά.
16我的臉因哭泣發紫, 在我的眼皮上有死蔭。
17Ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά.
17我的手中卻無強暴; 我的祈禱也是清潔。
18Γῆ μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.
18地啊,不要遮蓋我的血! 不要 阻擋 我的哀求!
19Καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.
19現今,在天有我的見證, 在上有我的中保。
20Ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.
20我的朋友譏誚我, 我卻向上帝眼淚汪汪。
21Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.
21願人得與上帝辯白, 如同人與朋友辯白一樣;
22Ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.
22因為再過幾年, 我必走那往而不返之路。

Tip: use the ← and → keys to turn chapters.