Epistle 12: ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ. 9

1Μνημονεύετε ἐν τῇ εὐχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντ’ ἐμοῦ ποιμένι χρῆται τῷ κυρίῳ τῷ εἰπόντι· Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός· καὶ μόνος αὐτὴν ἐπισκοπήσει καὶ ἡ ὑμῶν εἰς αὐτὸν ἀγάπη.

2ἐγὼ δὲ καὶ αἰσχύνομαι ἐξ αὐτῶν λέγεσθαι· οὐ γάρ εἰμι ἄξιος, ὢν ἔσχατος αὐτῶν καὶ ἔκτρωμα. ἀλλ’ ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω.

3ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα· καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ κατὰ πόλιν με προήγαγον.

Tip: use the ← and → keys to turn chapters.