Epistle 12: ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ. 2
1Οὐ θέλω γὰρ ὑμᾶς ἀνθρωπαρεσκῆσαι, ἀλλὰ θεῷ ἀρέσαι, ὥσπερ καὶ ἀρέσκετε· οὔτε γὰρ ἐγὼ ἕξω ποτὲ καιρὸν τοιοῦτον, ὥστε θεοῦ ἐπιτυχεῖν, οὔτε ὑμεῖς, ἐὰν σιωπήσητε, κρείττονι ἔργῳ ἔχετε ἐπιγραφῆναι. ἐάν τε γὰρ σιωπήσητε ἀπ’ ἐμοῦ, ἐγὼ γενήσομαι θεοῦ· ἐὰν δὲ ἐρασθῆτε τῆς σαρκός μου, πάλιν ἔσομαι τρέχων.
2πλεῖον δέ μοι παρέχεσθε τοῦ σπονδισθῆναι θεῷ, ὡς ἔτι θυσιαστήριον ἕτοιμόν ἐστιν, ἵνα ἐν ἀγάπῃ χορὸς γενόμενοι ᾄσητε τῷ πατρὶ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὸν ἐπίσκοπον Συρίας κατηξίωσεν ὁ θεὸς εὑρεθῆναι εἰς δύσιν, ἀπὸ ἀνατολῆς μεταπεμψάμενος τῶν ἑαυτοῦ παθημάτων μάρτυρα. καλὸν τὸ διαλυθῆναι ἀπὸ κόσμου πρὸς θεόν, ἵνα εἰς αὐτὸν ἀνατείλω.
Tip: use the ← and → keys to turn chapters.