Epistle 12: ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ. 8

1Οὐκέτι θέλω κατὰ ἀνθρώπους ζῆν. τοῦτο δὲ ἔσται, ἐὰν ὑμεῖς θέλητε. Χριστῷ συνεσταύρωμαι· ζῷ δὲ οὐκέτι ἐγώ, ἐπειδήπερ ζῇ ἐν ἐμοὶ ὁ Χριστός.

2δι’ ὀλίγων γραμμάτων αἰτοῦμαι ὑμᾶς· μὴ παραιτήσησθέ με· πιστεύσατέ μοι, ὅτι τὸν Ἰησοῦν φιλῶ τὸν ὑπὲρ ἐμοῦ παραδοθέντα. τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ καὶ ὁ κύριος Ἰησοῦς ὁ Χριστὸς φανερώσει ὑμῖν ταῦτα, ὅτι ἀληθῶς λέγω.

3καὶ ὑμεῖς συνεύξασθέ μοι, ἵνα τοῦ σκοποῦ τύχω ἐν πνεύματι ἁγίῳ. οὐ κατὰ σάρκα ὑμῖν ἔγραψα, ἀλλὰ κατὰ γνώμην θεοῦ. ἐὰν πάθω, ἠγαπήσατε· ἐὰν ἀποδοκιμασθῶ, ἐμισήσατε.

Tip: use the ← and → keys to turn chapters.