Epistle 12: ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ. 7

1Ὁ ἄρχων τοῦ αἰῶνος τούτου διαρπάσαι με βούλεται καὶ τὴν εἰς τὸν θεόν μου γνώμην διαφθεῖραι. μηδεὶς οὖν τῶν παρόντων ὑμῶν βοηθείτω αὐτῷ· μᾶλλον ἐμοὶ γένεσθε, τουτέστι τοῦ θεοῦ. μὴ λαλεῖτε Ἰησοῦν Χριστόν, κόσμον δὲ προτιμᾶτε.

2βασκανία ἐν ὑμῖν μὴ κατοικείτω. μηδὲ ἐὰν ἐγὼ ὑμᾶς παρὼν παρακαλῶ, πείσθητε· τούτοις δὲ μᾶλλον πιστεύσατε, οἷς γράφω ὑμῖν. ζῶν γὰρ γράφω ὑμῖν, ἐρῶν τοῦ διὰ Χριστὸν ἀποθανεῖν. ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον· ὕδωρ δὲ ζῶν, ἁλλόμενον ἐν ἐμοί, ἔσωθέν μοι λέγει· Δεῦρο πρὸς τὸν πατέρα.

3οὐχ ἥδομαι τροφῇ φθορᾶς οὐδὲ ἡδοναῖς τοῦ βίου τούτου. ἄρτον τοῦ θεοῦ θέλω, ἄρτον οὐράνιον, ἄρτον ζωῆς, ὅ ἐστιν σὰρξ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ γενομένου ἐν ὑστέρῳ ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραάμ· καὶ πόμα θέλω τὸ αἷμα αὐτοῦ, ὁ ἐστιν ἀγάπη ἄφθαρτος καὶ ἀένναος ζωή.

Tip: use the ← and → keys to turn chapters.