Epistle 12: ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ. 10

1Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης διὰ Ἐφεσίων τῶν ἀξιομακαρίστων. ἔστι δὲ ἅμα ἐμοὶ σὺν πολλοῖς καὶ ἄλλοις Κρόκος, τὸ ποθητὸν ὄνομα.

2περὶ τῶν προσελθόντων ἀπὸ Συρίας εἰς Ῥώμην εἰς δόξαν θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι· οἷς καὶ δηλώσετε ἐγγὺς με ὄντα· πάντες γάρ εἰσιν ἄξιοι θεοῦ καὶ ὑμῶν· οὓς πρέπον ἐστὶν ὑμῖν κατὰ πάντα ἀναπαῦσαι.

3ἔγραψα δὲ ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων. ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ιησοῦ Χριστοῦ.

Tip: use the ← and → keys to turn chapters.