Epistle 12: ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ. 6

1Οὐδέν με ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλὸν ἐμοὶ ἀποθανεῖν διὰ Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ; τὸν κύριον ποθῶ, τὸν υἱὸν τοῦ ἀληθινοῦ θεοῦ καὶ πατρός, Ἰησοῦν τὸν Χριστόν. ἐκεῖνον ζητῶ τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα καὶ ἀναστάντα.

2συγγνωμονεῖτέ μοι, ἀδελφοί· μὴ ἐμποδίσητέ μοι εἰς ζωὴν φθάσαι, Ἰησοῦς γάρ ἐστιν ἡ ζωὴ τῶν πιστῶν· μὴ θελήσητέ με ἀποθανεῖν, θάνατος γάρ ἐστιν ἡ ἄνευ Χριστοῦ ζωή. τοῦ θεοῦ θέλοντά με εἶναι κόσμῳ μὴ χαρίσησθε. ἄφετέ με καθαρὸν φῶς λαβεῖν· ἐκεῖ παραγενόμενος ἄνθρωπος θεοῦ ἔσομαι.

3ἐπιτρέψατέ μοι μιμητὴν εἶναι πάθους Χριστοῦ τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω, ὃ θέλω, καὶ συμπαθείτω μοι, εἰδὼς τὰ συνέχοντά με.

Tip: use the ← and → keys to turn chapters.