ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
1παρακαλω ουν υμασ εγω ο δεσμιοσ εν κυριω αξιωσ περιπατησαι τησ κλησεωσ ησ εκληθητε
2μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
2μετα πασησ ταπεινοφροσυνησ και πραοτητοσ μετα μακροθυμιασ ανεχομενοι αλληλων εν αγαπη
3σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.
3σπουδαζοντεσ τηρειν την ενοτητα του πνευματοσ εν τω συνδεσμω τησ ειρηνησ
4Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
4εν σωμα και εν πνευμα καθωσ και εκληθητε εν μια ελπιδι τησ κλησεωσ υμων
5εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,
5εισ κυριοσ μια πιστισ εν βαπτισμα
6εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν.
6εισ θεοσ και πατηρ παντων ο επι παντων και δια παντων και εν πασιν ημιν
7Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
7ενι δε εκαστω ημων εδοθη η χαρισ κατα το μετρον τησ δωρεασ του χριστου
8Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.
8διο λεγει αναβασ εισ υψοσ ηχμαλωτευσεν αιχμαλωσιαν και εδωκεν δοματα τοισ ανθρωποισ
9Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
9το δε ανεβη τι εστιν ει μη οτι και κατεβη πρωτον εισ τα κατωτερα μερη τησ γησ
10Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
10ο καταβασ αυτοσ εστιν και ο αναβασ υπερανω παντων των ουρανων ινα πληρωση τα παντα
11Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
11και αυτοσ εδωκεν τουσ μεν αποστολουσ τουσ δε προφητασ τουσ δε ευαγγελιστασ τουσ δε ποιμενασ και διδασκαλουσ
12πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ·
12προσ τον καταρτισμον των αγιων εισ εργον διακονιασ εισ οικοδομην του σωματοσ του χριστου
13μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ·
13μεχρι καταντησωμεν οι παντεσ εισ την ενοτητα τησ πιστεωσ και τησ επιγνωσεωσ του υιου του θεου εισ ανδρα τελειον εισ μετρον ηλικιασ του πληρωματοσ του χριστου
14ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης·
14ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω τησ διδασκαλιασ εν τη κυβεια των ανθρωπων εν πανουργια προσ την μεθοδειαν τησ πλανησ
15ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός,
15αληθευοντεσ δε εν αγαπη αυξησωμεν εισ αυτον τα παντα οσ εστιν η κεφαλη ο χριστοσ
16ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ᾿ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
16εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασησ αφησ τησ επιχορηγιασ κατ ενεργειαν εν μετρω ενοσ εκαστου μερουσ την αυξησιν του σωματοσ ποιειται εισ οικοδομην εαυτου εν αγαπη
17Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
17τουτο ουν λεγω και μαρτυρομαι εν κυριω μηκετι υμασ περιπατειν καθωσ και τα λοιπα εθνη περιπατει εν ματαιοτητι του νοοσ αυτων
18ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν·
18εσκοτισμενοι τη διανοια οντεσ απηλλοτριωμενοι τησ ζωησ του θεου δια την αγνοιαν την ουσαν εν αυτοισ δια την πωρωσιν τησ καρδιασ αυτων
19οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
19οιτινεσ απηλγηκοτεσ εαυτουσ παρεδωκαν τη ασελγεια εισ εργασιαν ακαθαρσιασ πασησ εν πλεονεξια
20Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν,
20υμεισ δε ουχ ουτωσ εμαθετε τον χριστον
21εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ·
21ειγε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε καθωσ εστιν αληθεια εν τω ιησου
22ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης·
22αποθεσθαι υμασ κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα τασ επιθυμιασ τησ απατησ
23ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν,
23ανανεουσθαι δε τω πνευματι του νοοσ υμων
24καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
24και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι τησ αληθειασ
25Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη.
25διο αποθεμενοι το ψευδοσ λαλειτε αληθειαν εκαστοσ μετα του πλησιον αυτου οτι εσμεν αλληλων μελη
26Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν·
26οργιζεσθε και μη αμαρτανετε ο ηλιοσ μη επιδυετω επι τω παροργισμω υμων
27μήτε δίδοτε τόπον τῷ διαβόλῳ.
27μηδε διδοτε τοπον τω διαβολω
28Ὁ κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
28ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενοσ το αγαθον ταισ χερσιν ινα εχη μεταδιδοναι τω χρειαν εχοντι
29Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾿ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.
29πασ λογοσ σαπροσ εκ του στοματοσ υμων μη εκπορευεσθω αλλ ει τισ αγαθοσ προσ οικοδομην τησ χρειασ ινα δω χαριν τοισ ακουουσιν
30Καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
30και μη λυπειτε το πνευμα το αγιον του θεου εν ω εσφραγισθητε εισ ημεραν απολυτρωσεωσ
31Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν, σὺν πάσῃ κακίᾳ·
31πασα πικρια και θυμοσ και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια
32γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.
32γινεσθε δε εισ αλληλουσ χρηστοι ευσπλαγχνοι χαριζομενοι εαυτοισ καθωσ και ο θεοσ εν χριστω εχαρισατο ημιν
Tip: use the ← and → keys to turn chapters.