ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
Chapter 2

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις,
1και υμασ οντασ νεκρουσ τοισ παραπτωμασιν και ταισ αμαρτιαισ
2ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·
2εν αισ ποτε περιεπατησατε κατα τον αιωνα του κοσμου τουτου κατα τον αρχοντα τησ εξουσιασ του αεροσ του πνευματοσ του νυν ενεργουντοσ εν τοισ υιοισ τησ απειθειασ
3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί·
3εν οισ και ημεισ παντεσ ανεστραφημεν ποτε εν ταισ επιθυμιαισ τησ σαρκοσ ημων ποιουντεσ τα θεληματα τησ σαρκοσ και των διανοιων και ημεν τεκνα φυσει οργησ ωσ και οι λοιποι
4ὁ δὲ Θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
4ο δε θεοσ πλουσιοσ ων εν ελεει δια την πολλην αγαπην αυτου ην ηγαπησεν ημασ
5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζῳοποίησε τῷ Χριστῷ — χάριτί ἐστε σεσῳσμένοι —
5και οντασ ημασ νεκρουσ τοισ παραπτωμασιν συνεζωοποιησεν τω χριστω χαριτι εστε σεσωσμενοι
6καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ·
6και συνηγειρεν και συνεκαθισεν εν τοισ επουρανιοισ εν χριστω ιησου
7ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ·
7ινα ενδειξηται εν τοισ αιωσιν τοισ επερχομενοισ τον υπερβαλλοντα πλουτον τησ χαριτοσ αυτου εν χρηστοτητι εφ ημασ εν χριστω ιησου
8τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον·
8τη γαρ χαριτι εστε σεσωσμενοι δια τησ πιστεωσ και τουτο ουκ εξ υμων θεου το δωρον
9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
9ουκ εξ εργων ινα μη τισ καυχησηται
10Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
10αυτου γαρ εσμεν ποιημα κτισθεντεσ εν χριστω ιησου επι εργοισ αγαθοισ οισ προητοιμασεν ο θεοσ ινα εν αυτοισ περιπατησωμεν
11Διὸ μνημονεύετε ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
11διο μνημονευετε οτι υμεισ ποτε τα εθνη εν σαρκι οι λεγομενοι ακροβυστια υπο τησ λεγομενησ περιτομησ εν σαρκι χειροποιητου
12ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
12οτι ητε εν τω καιρω εκεινω χωρισ χριστου απηλλοτριωμενοι τησ πολιτειασ του ισραηλ και ξενοι των διαθηκων τησ επαγγελιασ ελπιδα μη εχοντεσ και αθεοι εν τω κοσμω
13Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
13νυνι δε εν χριστω ιησου υμεισ οι ποτε οντεσ μακραν εγγυσ εγενηθητε εν τω αιματι του χριστου
14Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,
14αυτοσ γαρ εστιν η ειρηνη ημων ο ποιησασ τα αμφοτερα εν και το μεσοτοιχον του φραγμου λυσασ
15τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,
15την εχθραν εν τη σαρκι αυτου τον νομον των εντολων εν δογμασιν καταργησασ ινα τουσ δυο κτιση εν εαυτω εισ ενα καινον ανθρωπον ποιων ειρηνην
16καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
16και αποκαταλλαξη τουσ αμφοτερουσ εν ενι σωματι τω θεω δια του σταυρου αποκτεινασ την εχθραν εν αυτω
17καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς·
17και ελθων ευηγγελισατο ειρηνην υμιν τοισ μακραν και τοισ εγγυσ
18ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
18οτι δι αυτου εχομεν την προσαγωγην οι αμφοτεροι εν ενι πνευματι προσ τον πατερα
19Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,
19αρα ουν ουκετι εστε ξενοι και παροικοι αλλα συμπολιται των αγιων και οικειοι του θεου
20ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ,
20εποικοδομηθεντεσ επι τω θεμελιω των αποστολων και προφητων οντοσ ακρογωνιαιου αυτου ιησου χριστου
21ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,
21εν ω πασα οικοδομη συναρμολογουμενη αυξει εισ ναον αγιον εν κυριω
22ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι.
22εν ω και υμεισ συνοικοδομεισθε εισ κατοικητηριον του θεου εν πνευματι

Tip: use the ← and → keys to turn chapters.