ΠΕΤΡΟΥ Β 3
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν,
1ταυτην ηδη αγαπητοι δευτεραν υμιν γραφω επιστολην εν αισ διεγειρω υμων εν υπομνησει την ειλικρινη διανοιαν
2μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων ἡμῶν ἐντολῆς τοῦ Κυρίου καὶ σωτῆρος·
2μνησθηναι των προειρημενων ρηματων υπο των αγιων προφητων και τησ των αποστολων υμων εντολησ του κυριου και σωτηροσ
3τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας αὐτῶν ἐπιθυμίας πορευόμενοι,
3τουτο πρωτον γινωσκοντεσ οτι ελευσονται επ εσχατου των ημερων εμπαικται κατα τασ ιδιασ επιθυμιασ αυτων πορευομενοι
4καὶ λέγοντες, Ποῦ ἐστὶν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφ᾿ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾿ ἀρχῆς κτίσεως.
4και λεγοντεσ που εστιν η επαγγελια τησ παρουσιασ αυτου αφ ησ γαρ οι πατερεσ εκοιμηθησαν παντα ουτωσ διαμενει απ αρχησ κτισεωσ
5Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι, καὶ γῆ ἐξ ὕδατος καὶ δι᾿ ὕδατος συνεστῶσα, τῷ τοῦ Θεοῦ λόγῳ,
5λανθανει γαρ αυτουσ τουτο θελοντασ οτι ουρανοι ησαν εκπαλαι και γη εξ υδατοσ και δι υδατοσ συνεστωσα τω του θεου λογω
6δι᾿ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο·
6δι ων ο τοτε κοσμοσ υδατι κατακλυσθεισ απωλετο
7οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσί, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
7οι δε νυν ουρανοι και η γη τω αυτου λογω τεθησαυρισμενοι εισιν πυρι τηρουμενοι εισ ημεραν κρισεωσ και απωλειασ των ασεβων ανθρωπων
8Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
8εν δε τουτο μη λανθανετω υμασ αγαπητοι οτι μια ημερα παρα κυριω ωσ χιλια ετη και χιλια ετη ωσ ημερα μια
9Οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
9ου βραδυνει ο κυριοσ τησ επαγγελιασ ωσ τινεσ βραδυτητα ηγουνται αλλα μακροθυμει εισ ημασ μη βουλομενοσ τινασ απολεσθαι αλλα παντασ εισ μετανοιαν χωρησαι
10Ἥξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.
10ηξει δε η ημερα κυριου ωσ κλεπτησ εν νυκτι εν η οι ουρανοι ροιζηδον παρελευσονται στοιχεια δε καυσουμενα λυθησονται και γη και τα εν αυτη εργα κατακαησεται
11Τούτων οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
11τουτων ουν παντων λυομενων ποταπουσ δει υπαρχειν υμασ εν αγιαισ αναστροφαισ και ευσεβειαισ
12προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾿ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τήκεται;
12προσδοκωντασ και σπευδοντασ την παρουσιαν τησ του θεου ημερασ δι ην ουρανοι πυρουμενοι λυθησονται και στοιχεια καυσουμενα τηκεται
13Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
13καινουσ δε ουρανουσ και γην καινην κατα το επαγγελμα αυτου προσδοκωμεν εν οισ δικαιοσυνη κατοικει
14Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ.
14διο αγαπητοι ταυτα προσδοκωντεσ σπουδασατε ασπιλοι και αμωμητοι αυτω ευρεθηναι εν ειρηνη
15Καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν·
15και την του κυριου ημων μακροθυμιαν σωτηριαν ηγεισθε καθωσ και ο αγαπητοσ ημων αδελφοσ παυλοσ κατα την αυτω δοθεισαν σοφιαν εγραψεν υμιν
16ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἔστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
16ωσ και εν πασαισ ταισ επιστολαισ λαλων εν αυταισ περι τουτων εν οισ εστιν δυσνοητα τινα α οι αμαθεισ και αστηρικτοι στρεβλουσιν ωσ και τασ λοιπασ γραφασ προσ την ιδιαν αυτων απωλειαν
17Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μή, τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ.
17υμεισ ουν αγαπητοι προγινωσκοντεσ φυλασσεσθε ινα μη τη των αθεσμων πλανη συναπαχθεντεσ εκπεσητε του ιδιου στηριγμου
18Αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. Ἀμήν.
18αυξανετε δε εν χαριτι και γνωσει του κυριου ημων και σωτηροσ ιησου χριστου αυτω η δοξα και νυν και εισ ημεραν αιωνοσ αμην
Tip: use the ← and → keys to turn chapters.