ΠΕΤΡΟΥ Β
Chapter 2

ΠΕΤΡΟΥ Β

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΕΤΡΟΥ Β 2

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν.
1εγενοντο δε και ψευδοπροφηται εν τω λαω ωσ και εν υμιν εσονται ψευδοδιδασκαλοι οιτινεσ παρεισαξουσιν αιρεσεισ απωλειασ και τον αγορασαντα αυτουσ δεσποτην αρνουμενοι επαγοντεσ εαυτοισ ταχινην απωλειαν
2Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀπωλείαις, δι᾿ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται.
2και πολλοι εξακολουθησουσιν αυτων ταισ ασελγειαισ δι ουσ η οδοσ τησ αληθειασ βλασφημηθησεται
3Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
3και εν πλεονεξια πλαστοισ λογοισ υμασ εμπορευσονται οισ το κριμα εκπαλαι ουκ αργει και η απωλεια αυτων ου νυσταξει
4Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τετηρημένους·
4ει γαρ ο θεοσ αγγελων αμαρτησαντων ουκ εφεισατο αλλα σειραισ ζοφου ταρταρωσασ παρεδωκεν εισ κρισιν τηρουμενουσ
5καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλ᾿ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας·
5και αρχαιου κοσμου ουκ εφεισατο αλλα ογδοον νωε δικαιοσυνησ κηρυκα εφυλαξεν κατακλυσμον κοσμω ασεβων επαξασ
6καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς·
6και πολεισ σοδομων και γομορρασ τεφρωσασ καταστροφη κατεκρινεν υποδειγμα μελλοντων ασεβειν τεθεικωσ
7καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο·
7και δικαιον λωτ καταπονουμενον υπο τησ των αθεσμων εν ασελγεια αναστροφησ ερρυσατο
8βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν·
8βλεμματι γαρ και ακοη ο δικαιοσ εγκατοικων εν αυτοισ ημεραν εξ ημερασ ψυχην δικαιαν ανομοισ εργοισ εβασανιζεν
9οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν·
9οιδεν κυριοσ ευσεβεισ εκ πειρασμου ρυεσθαι αδικουσ δε εισ ημεραν κρισεωσ κολαζομενουσ τηρειν
10μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες·
10μαλιστα δε τουσ οπισω σαρκοσ εν επιθυμια μιασμου πορευομενουσ και κυριοτητοσ καταφρονουντασ τολμηται αυθαδεισ δοξασ ου τρεμουσιν βλασφημουντεσ
11ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ᾿ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν.
11οπου αγγελοι ισχυι και δυναμει μειζονεσ οντεσ ου φερουσιν κατ αυτων παρα κυριω βλασφημον κρισιν
12Οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται,
12ουτοι δε ωσ αλογα ζωα φυσικα γεγενημενα εισ αλωσιν και φθοραν εν οισ αγνοουσιν βλασφημουντεσ εν τη φθορα αυτων καταφθαρησονται
13κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
13κομιουμενοι μισθον αδικιασ ηδονην ηγουμενοι την εν ημερα τρυφην σπιλοι και μωμοι εντρυφωντεσ εν ταισ απαταισ αυτων συνευωχουμενοι υμιν
14ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίαις ἔχοντες, κατάρας τέκνα·
14οφθαλμουσ εχοντεσ μεστουσ μοιχαλιδοσ και ακαταπαυστουσ αμαρτιασ δελεαζοντεσ ψυχασ αστηρικτουσ καρδιαν γεγυμνασμενην πλεονεξιασ εχοντεσ καταρασ τεκνα
15καταλιπόντες τὴν εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,
15καταλιποντεσ ευθειαν οδον επλανηθησαν εξακολουθησαντεσ τη οδω του βαλααμ του βοσορ οσ μισθον αδικιασ ηγαπησεν
16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν.
16ελεγξιν δε εσχεν ιδιασ παρανομιασ υποζυγιον αφωνον εν ανθρωπου φωνη φθεγξαμενον εκωλυσεν την του προφητου παραφρονιαν
17Οὗτοί εἰσι πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
17ουτοι εισιν πηγαι ανυδροι νεφελαι υπο λαιλαποσ ελαυνομεναι οισ ο ζοφοσ του σκοτουσ εισ αιωνα τετηρηται
18Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, ἐν ἀσελγείαις, τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
18υπερογκα γαρ ματαιοτητοσ φθεγγομενοι δελεαζουσιν εν επιθυμιαισ σαρκοσ ασελγειαισ τουσ οντωσ αποφυγοντασ τουσ εν πλανη αναστρεφομενουσ
19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.
19ελευθεριαν αυτοισ επαγγελλομενοι αυτοι δουλοι υπαρχοντεσ τησ φθορασ ω 3739 R-DSM γαρ τισ ηττηται τουτω 3778 D-DSM και δεδουλωται
20Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
20ει γαρ αποφυγοντεσ τα μιασματα του κοσμου εν επιγνωσει του κυριου και σωτηροσ ιησου χριστου τουτοισ δε παλιν εμπλακεντεσ ηττωνται γεγονεν αυτοισ τα εσχατα χειρονα των πρωτων
21Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
21κρειττον γαρ ην αυτοισ μη επεγνωκεναι την οδον τησ δικαιοσυνησ η επιγνουσιν επιστρεψαι εκ τησ παραδοθεισησ αυτοισ αγιασ εντολησ
22Συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.
22συμβεβηκεν δε αυτοισ το τησ αληθουσ παροιμιασ κυων επιστρεψασ επι το ιδιον εξεραμα και υσ λουσαμενη εισ κυλισμα βορβορου

Tip: use the ← and → keys to turn chapters.