ΣΕΙΡΑΧ
Chapter 33
Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

ΣΕΙΡΑΧ 33

Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1Τ† φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ᾿ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
1Ἐλέησον ἡμᾶς, δέσποτα ὁ Θεὸς πάντων, καὶ ἐπίβλεψον·
2ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ, ὡς ἐν καταιγίδι πλοῖον.
2καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη.
3ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων.
3Ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.
4ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
4Ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·
5τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
5Καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστι Θεὸς πλήν σου Κύριε.
6ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.
6Ἐγκαίνισον σημεῖα, καὶ ἀλλοίωσον θαυμάσια·
7Διατί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾿ ἡλίου;
7δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· ἔγειρον θυμὸν, καὶ ἔκχεον ὀργήν· ἔξαρον ἀντίδικον, καὶ ἔκτριψον ἐχθρόν.
8ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς·
8Σπεῦσον καιρὸν, καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου.
9ἀπ᾿ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.
9Ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν.
10καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη Ἀδάμ.
10Σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων, οὐκ ἔστι πλὴν ἡμῶν.
11ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν.
11Σύναγε πάσας φυλὰς Ἰακώβ.
12ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε καὶ ἐξ αὐτῶν ἡγίασε, καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ᾿ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσε καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.
12Λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.
13ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ , οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.
no verse 13 in this text
14ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθὸν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός.
no verse 14 in this text
15καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ Ὑψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός.
no verse 15 in this text
16Κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν·
no verse 16 in this text
17ἐν εὐλογίᾳ Κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν.
no verse 17 in this text
18κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν.
no verse 18 in this text
19ἀκούσατέ μου, μεγιστάνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασθε·
no verse 19 in this text
20υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου· καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.
no verse 20 in this text
21ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί.
no verse 21 in this text
22κρείσσων γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.
no verse 22 in this text
23ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου.
no verse 23 in this text
24ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.
no verse 24 in this text
25Χορτάσματα καὶ ράβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ.
no verse 25 in this text
26ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν.
no verse 26 in this text
27ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι.
no verse 27 in this text
28ἔμβαλε αὐτὸν εἰς ἐργασίαν. ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία.
no verse 28 in this text
29εἰς ἔργα κατάστησον, καθὼς πρέπει αὐτῷ, κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ.
no verse 29 in this text
30καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.
no verse 30 in this text
31εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν.
no verse 31 in this text
32εἰ ἔστι σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ.
no verse 32 in this text
33ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;
no verse 33 in this text

Tip: use the ← and → keys to turn chapters.