ΜΙΧΑΙΑΣ
Chapter 1

ΜΙΧΑΙΑΣ

Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

ΜΙΧΑΙΑΣ 1

Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ περὶ Ἱερουσαλήμ.
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ περὶ Ἱερουσαλήμ.
2Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.
2Ἀκούσατε λαοὶ λόγους, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ· καὶ ἔσται Κύριος Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.
3διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,
3Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,
4καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.
4καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡσεὶ κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.
5δι᾿ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;
5Διʼ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ διʼ ἁμαρτίαν οἴκου Ἰσραήλ· τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐχ ἡ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;
6καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.
6Καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ, καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.
7καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγε καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.
7Καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι, καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρὶ, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.
8ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων·
8Ἕνεκεν τούτου κόψεται, καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος, καὶ γυμνὴ ποιήσεται κοπετὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατέρων σειρήνων.
9ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἱερουσαλήμ.
9Ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα, καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἱερουσαλήμ.
10οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε· οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν.
10Οἱ ἐν Γὲθ μὴ μεγαλύνεσθε, καὶ οἱ Ἐνακεὶμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε καταγέλωτα ὑμῶν,
11κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθε κατοικοῦσα Σενναὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.
11κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθε κατοικοῦσα Σενναὰρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.
12τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ,
12Τίς ἥρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ,
13ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχίς, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστι τῇ θυγατρὶ Σιών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.
13ψόφος ἁρμάτων καὶ ἱππευόντων· κατοικοῦσα Λαχεὶς, ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶ τῇ θυγατρὶ Σιὼν, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.
14διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ οἴκους ματαίους· εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσι τοῦ Ἰσραήλ,
14Διατοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ,
15ἕως τοὺς κληρονόμους ἀγάγωσι, κατοικοῦσα Λαχὶς κληρονομία, ἕως Ὀδολλὰμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.
15ἕως τοὺς κληρονόμους ἀγάγωσι, κατοικοῦσα Λαχείς· κληρονομία ἕως Ὀδολλὰμ ἥξει, ἡ δόξα τὴς θυγατρὸς Ἰσραήλ.
16ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.
16Ξύρησαι, καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.

Tip: use the ← and → keys to turn chapters.